[ ] Phokis — Delphi — ca. 150-140 BC
1 στραταγέοντος τῶν Φωκέων Πυῤῥίνου Τιθορρέος μηνὸς πέμπτου, ἐν Δελφοῖς
δὲ ἄρχοντος Εὐχαρίδα μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστογένης Νικέα Λιλαιεὺς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Σωσίς, Ἀριστονίκα, τιμᾶς
ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσαν Σωσὶς καὶ Ἀριστο-
5 νίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων
τὸμ πάντα βίον, ποιέουσαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι. βεβαιωτῆρες
κατὰ τοὺς νόμους τᾶς πόλιος· Νικόμαχος Ἀριστάρχου, Φάϋλλος Ἐπινίκου Λιλαιεῖς. εἰ δέ τίς
κα ἅπτηται Σωσίδος ἢ Ἀριστονίκας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστογένης καὶ οἱ βεβαιωτῆρες Νικόμαχος, Φάϋλλος κατὰ
10 τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
Σωσίδα καὶ Ἀριστονίκαν ὡς ἐλευθέρας ἐούσας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνι-
κος καὶ οἱ ἄρχοντ[ε]ς Εὔδωρος Ἀμύντα, Ξεναγόρας Εὐκλείδα, Εὐκράτης Καλ-
λίκωνος καὶ ἰδιῶ[ται] Ἡρακλείδ[α]ς Καλλία, Καλλείδας Εὐκλείδα, Γλαῦκος Ξένω-
15 νος, Ὑβρίας, Τιμόκριτο[ς Δ]ελφοί, Πολυκράτης, Νικέας [Ἀ]μύντα, Ἀριστοφάνης, Μνασίας
Ξενοκράτεος, Θρασύμαχος <Λ>ι<λ>[α]ιεῖς.
Search Help