[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Εὐχαρίδα μηνὸς Ποι-
τροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Στό-
λος, συνευδοκεόντων καὶ τῶν υἱῶν
αὐτοῦ Εὐκλείδα καὶ Σωσιδάμου, τῶι Ἀπόλλω-
5 νι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον τὸ γένος
ἐνδογενὲς ἇι ὄνομα Μέλισσα, τιμᾶς ἀργυρίου μνᾶς,
καὶ τὰν τιμὰν ἔχει [π]ᾶσαν, καθὼς ἐπίστευσε Μέλισσα τῶι θε-
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα χρόνον. βεβαιω[τ]ῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Τιμοκλῆς
10 Πολύωνος, Σώστρατος Σωτύλου. εἰ δέ τίς κα ἐφάπτηται Μελίσσας ἐπὶ
καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδό-
μενοι Στόλος καὶ Εὐκλείδας καὶ Σωσίδαμος καὶ οἱ βεβαιωτῆρες Τιμοκλῆς, Σώ-
στρατος κατὰ τοὺς νόμους τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Μέλισσαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ-
15 όντες καὶ ἀνυπόδικοι τοὶ συλέοντες πάσας δίκας καὶ ζαμίας [— — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Πραξίας, [Ἀ]νδρόνικος καὶ οἱ ἄρχοντες Βαβύλος, Τιμοκλῆς, Πασίων καὶ ἰδιῶται Φιλοκράτης Ξένωνος,
Ἔχυλλος, Καλλιγένης Κλευδάμου, Διονύσιος Ἀστοξένου, Κλεύβουλος, Ἀναξανδρίδας, Ξένων Δημητρίου, Τιμόκρι-
20 τος.
Search Help
Contact Us