[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Εὐχαρίδα μηνὸς Ποι- |
τροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Στό- | |
λος, συνευδοκεόντων καὶ τῶν υἱῶν | |
αὐτοῦ Εὐκλείδα καὶ Σωσιδάμου, τῶι Ἀπόλλω- | |
5 | νι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον τὸ γένος |
ἐνδογενὲς ἇι ὄνομα Μέλισσα, τιμᾶς ἀργυρίου μνᾶς, | |
καὶ τὰν τιμὰν ἔχει [π]ᾶσαν, καθὼς ἐπίστευσε Μέλισσα τῶι θε- | |
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
πάντα χρόνον. βεβαιω[τ]ῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Τιμοκλῆς | |
10 | Πολύωνος, Σώστρατος Σωτύλου. εἰ δέ τίς κα ἐφάπτηται Μελίσσας ἐπὶ |
καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδό- | |
μενοι Στόλος καὶ Εὐκλείδας καὶ Σωσίδαμος καὶ οἱ βεβαιωτῆρες Τιμοκλῆς, Σώ- | |
στρατος κατὰ τοὺς νόμους τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Μέλισσαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ- | |
15 | όντες καὶ ἀνυπόδικοι τοὶ συλέοντες πάσας δίκας καὶ ζαμίας [— — — —] |
[— — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀ- | |
πόλλωνος Πραξίας, [Ἀ]νδρόνικος καὶ οἱ ἄρχοντες Βαβύλος, Τιμοκλῆς, Πασίων καὶ ἰδιῶται Φιλοκράτης Ξένωνος, | |
Ἔχυλλος, Καλλιγένης Κλευδάμου, Διονύσιος Ἀστοξένου, Κλεύβουλος, Ἀναξανδρίδας, Ξένων Δημητρίου, Τιμόκρι- | |
20 | τος. |