[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος Εὐχαρίδα μηνὸς Ποι- |
| τροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Στό- | |
| λος, συνευδοκεόντων καὶ τῶν υἱῶν | |
| αὐτοῦ Εὐκλείδα καὶ Σωσιδάμου, τῶι Ἀπόλλω- | |
| 5 | νι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον τὸ γένος |
| ἐνδογενὲς ἇι ὄνομα Μέλισσα, τιμᾶς ἀργυρίου μνᾶς, | |
| καὶ τὰν τιμὰν ἔχει [π]ᾶσαν, καθὼς ἐπίστευσε Μέλισσα τῶι θε- | |
| ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
| πάντα χρόνον. βεβαιω[τ]ῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Τιμοκλῆς | |
| 10 | Πολύωνος, Σώστρατος Σωτύλου. εἰ δέ τίς κα ἐφάπτηται Μελίσσας ἐπὶ |
| καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδό- | |
| μενοι Στόλος καὶ Εὐκλείδας καὶ Σωσίδαμος καὶ οἱ βεβαιωτῆρες Τιμοκλῆς, Σώ- | |
| στρατος κατὰ τοὺς νόμους τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Μέλισσαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ- | |
| 15 | όντες καὶ ἀνυπόδικοι τοὶ συλέοντες πάσας δίκας καὶ ζαμίας [— — — —] |
| [— — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀ- | |
| πόλλωνος Πραξίας, [Ἀ]νδρόνικος καὶ οἱ ἄρχοντες Βαβύλος, Τιμοκλῆς, Πασίων καὶ ἰδιῶται Φιλοκράτης Ξένωνος, | |
| Ἔχυλλος, Καλλιγένης Κλευδάμου, Διονύσιος Ἀστοξένου, Κλεύβουλος, Ἀναξανδρίδας, Ξένων Δημητρίου, Τιμόκρι- | |
| 20 | τος. |