SGDI II 1698
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἀτεισίδα μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀναξανδρί-
δα τοῦ Αἰακίδα, Νικαρέτου τοῦ Ἀντιχάρεος, γραμματεύοντος [δὲ] Καλλίκωνος τοῦ Εὐκράτεος, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Νικὼ Ἐχεκλέος, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς [α]ὐτᾶς Λαιάδα καὶ τᾶν θυγατέρων Εὐκλεί-
ας καὶ Ἰοππίδος καὶ τοῦ υἱοῦ Βαβύλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο[μ]α Εὐρώπα τὸ γέ-
5 νος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐρώπα
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦ-
σα ἅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. v βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό<λ>ιος· Ἄγων Ἀρι-
στίωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῷ Εὐρώπας, βέβαιον παρεχέτω τῶι θεῶι τ[ὰ]ν ὠνὰν
ἅ τε ἀποδομένα Νικὼ καὶ ὁ βεβαιωτὴρ βεβαιούτω· εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν,
10 πράκτιμοι ἐόντων ἀργυρίου μνᾶν τριάκοντα. ὁμοίως δὲ καὶ οἱ παρατυνχ[ά]νοντες κύριοι ἐόντων συ-
λέοντες Εὐρώπαν ὡς ἐλευθέραν οὖσαν καὶ πράσσοντες τὸ γ[ε]γραμμένον ἐπίτιμον ἀζάμιοι ἐ-
όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος,
[Ἄρχων]· Ἀτεισίδας, Ξενέας, Δαμόστρατος, Ἁβρόμαχος, Ξενόκριτος. ἁ ὠνὰ παρ’ Ἀτεισίδαν.
Search Help
Contact Us