SGDI II 1697
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἀτεισίδα μηνὸς Ἡρακλείου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Νικαρέτου τοῦ
Ἀντιχάρεος, Ἀναξανδρίδα τοῦ Αἰακίδα, γραμματεύοντος δὲ Καλλίκωνος τοῦ Εὐκράτεος, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Ἀριστὼ Ἥρυος, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Φιλονίκου, τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι-
5 μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρὶς τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀ-
νέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαι-
ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέων Ἥρυος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Σωτηρίος, βέ-
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἀριστὼ καὶ ὁ βεβαιωτὴρ βεβαιούτω· εἰ δὲ μὴ πα-
ρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἔστων μνᾶν τριάκοντα. ὁμοίως δὲ καὶ οἱ παρατυχόν-
10 τες κύριοι ἐόντων συλέοντες Σωτηρὶν ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. v μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου
καὶ οἱ ἄρχοντες· Κλέων Ἥρυος, Ἀζάρατος Ἀντιχάρεος, Ταραντῖνος Μνασιθ[έ]ου καὶ ὁ νεωκόρος Ἀτεισίδας.
Search Help
Contact Us