[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | [ἄρχοντος Θρα]συκλέος μηνὸς Ἀμαλίου, ἀπέδοτο Ἀλέ- |
| [ξανδρος Ἀλεξ]άνδρου Βοήθωι σῶμα γυναικεῖον ἇι [․․․] | |
| [․․․․․․․ Θρ]ᾶισσαν ἐπ’ ἐλευθερίαι τ[ιμ]ᾶς ἀργυρίου μνᾶς | |
| [καὶ τὰν τ]ιμ[ὰν πᾶσαν ἔχε]ι. βεβαιωτὴρ κατὰ τ[ο]ὺς νόμους τᾶς πόλιος· | |
| 5 | [— —α]νος [․6-7․․]νος. παραμεινάτ[ω δ]ὲ Θρᾶισσα παρὰ Βόηθον |
| [ποιέου]σα π[ᾶν τὸ] δυνατόν, ἄχρι οὗ κα ζώη Βόηθος· ἐπεὶ δέ κα [μ]ε- | |
| [ταλλ]άξηι τὸ[ν βίο]ν Βόηθος, ἐλευθέρα ἔστω Θρᾶισσα καὶ ὁ βεβ[α]ιω- | |
| τὴρ [μη]κέτι βε[βαι]ούτω. εἰ δέ τί κα ἐν τούτῳ τῶι χρόνωι Θρᾶισ- | |
| σα ἢ Β[ό]ηθος ποτὶ αὐτοσαυτοὺς ἀντιλέγοιν, κριθέντω {ι} ἐν ἄνδροις τρί[ο]ις· | |
| 10 | ὅ τι δέ κα οὗτοι κρίνωντι, κύριον ἔστω {ι}. ἀναγραψάτω {ι} δὲ Βόηθος |
| Θρᾶισσαν ἀπὸ τοῦ Ἀλεξάνδρου ὀνόματος τῶι θεῶι ἐν μηνὶ Εἰλαίω {²⁷Εἰλαίω[ι]?}²⁷ | |
| ἐπὶ τᾶς Θρασυκλέος ἀρχᾶς, μένουσαν Θρᾶισαν παρὰ Βόηθον ἄχρ[ι] οὗ κα | |
| ζώη Βόηθος. εἰ δέ κα μὴ ἀναγράψηι Βόηθος Θρᾶισαν καθὼς ἐπάνω γέ- | |
| γραπται, πράκτιμος ἔστω Ἀλεξάνδρωι ἀργυρίου μνᾶς. μάρτυροι· Λα- | |
| 15 | ιάδας Βαβύλου, Φίλαγρος Φίλωνος, Χαρίξενος, Μένης, Δρομοκλεί- |
| δας. |