SGDI II 1688
[ ] Phokis — Delphi — ca. 156-151 BC
1 ἄρχοντος Πατρέα μηνὸς βοαθοίου, ἀπέδοτο Σωξένα
Σωπόλι[ο]ς καὶ Πασὼ Σωδαμίδα, συνευδοκέοντος καὶ
Ἀσάνδρου τοῦ Σωπόλιος, τῶι θεῶι σῶμα ἀνδρεῖον
ὧι ὄνομα Σαραπίων τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου
5 μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Σα-
ραπίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερος εἶ-
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ
τοὺς νόμους· Ἀστόξενος Διονυσίου. μάρ[τ]υροι·
τῶν ἀρχόντων Ἀρχέλαος Δαμοσθένεος, Ἀστύο-
10 χος Γνωσίλα· Ἄρχων, Βάκχιος, Ξένων, Ἄσανδρος,
Ἀριστίων, Θεόξενος, Καλλείδας.
Search Help
Contact Us