[ ] Phokis — Delphi — ca. 240 BC — SEG 1.207 — Pomtow
1 Δελφοὶ ἔδωκαν Ἀπολλοδώρωι Δημώνακτος, Ἀπολλοδότωι Δημᾶδ̣ος <σ>τρατηγῶ[ι],
Ἀπολλωνίωι Ἀντιπάτρου, Μενεκλεῖ Ἀριστοδήμου Ἐρυθραίοις,
αὐτοῖς καὶ ἐκγόνοις, προξενίαν, προεδρίαν, προδικίαν, προμαντείαν,
ἀσυλίαν, ἀτέλειαν καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις.
5 ἄρχοντος Ἀρχέλα, βουλευόντων Ἀλεξά̣[ρχου, Ἐρα]σ̣ίππου, Κλεινία.
Search Help
Contact Us