[ ] Phokis — Delphi — end 2nd c. AD — SGDI 2322
1                             ἀγαθᾷ [τύχᾳ].
[ἄ]ρχοντος ἐν Δελ[φοῖς Φλαβίου Πωλλιαν]οῦ, μηνὸς Εἰλαί[ου ιβʹ, βουλευόντων δὲ τᾶς]
πόλιος Ἐπινεί[κου τοῦ Εὐδώρου καὶ Σωκρά]τους τοῦ Κόσμου [καὶ Τιβ. Ἰουλίου Λέοντος καὶ]
Αὐτολύκου το[ῦ Ὀνησᾶ, Νεικασὼ Σωσύλο]υ διὰ τοῦ προνοη[τοῦ αὐτῆς Λαιάδα τοῦ ․․]
5 ἀπέδοτο τῷ [Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθ]ερίᾳ γυναῖκα Σωσ[ύλαν ὡς ἐτῶν κʹ καὶ τὸ κο]-
ράσιον Συνφω[ν․․․․ ὡς ἐτῶν ․․․․, τιμᾶς ἀργυρίου] μνᾶν τριῶν, καὶ τ[ὰν τιμὰν παροῦσα ὡμο]-
λόγησεν ἀπέ[χειν πᾶσαν, καθὼς ἐπίστευσε] τὰν ὠνὰν τῷ θεῷ [ἐπὶ τῷ ἐλευθέρα εἶμεν καὶ]
ἀνέπαφα ἀπὸ [πάντων, μηδενὶ μηδὲν πρ]οσήκουσα κατὰ μ[ηδένα τρόπον. εἰ δέ τις ἐφάπτοι]-
το Σωσύλας ἢ τοῦ [κορασίου αὐτῆς ἐπὶ κα]ταδουλισμῷ, βέ[βαιον παρεχόντω τῷ θεῷ τὰν]
10 ὠνὰν ἥ τε ἀπ[οδομένα καὶ ὁ βεβαιωτ]ήρ. ὁμοίως δὲ καὶ ὁ [παρατυχὼν κύριος ἔστω συλέων
[Σωσύλαν καὶ Συνφων․․․․] εἰς ἐλευθερίαν ἀζ[άμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας
[καὶ ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτ]ῆρα κατὰ τὸν [νόμον τᾶς πόλιος Λέ․․․․․]
[ἐπὶ] τοῖ<ς> ἐν τῇ ὠνῇ προγεγραμμένοις πᾶσιν ὑπὸ Νει<κ>ασῶς τῆς Σωσύλου.
τίθ<ε>μαι τὴν ὠνήν, ἣν μὲν ἐνχαρά<ξ>ασα εἰς τὸ ἱερὸν τοῦ
15 Πυθίου Ἀπόλλωνος εἰς τὸ θέατρον κατὰ τὸν νόμον, ἣ[ν δὲ] ἐθέμην εἰς
τὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ τοῦ γραμματέως Τιβ.
Ἰουλίου Λυκαρίωνος. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Πυθίου Ἀπόλλωνος
Γ. Μέμμιος Εὐθύδαμος καὶ Εὐκλείδας Ἀστοξένου, καὶ ἰδιῶται
Εὔδωρος Ἐπινίκου καὶ Πολέμαρχος Δάμωνος, Μνησίθεος
20 Ἀντιγένους.
Search Help
Contact Us