[ ] Phokis — Delphi — 1st c. AD
1    ἀγαθῇ τύχῃ.
ἄρχοντος ἐν Δελφοῖς Ποπλίου Μεμ-
μίου Κριτολάου τὸ δεύτερον, μηνὸς Θε-
οξενίου ὀγδόῃ, βουλευόντων δὲ Εὐκλεί-
5 δα τοῦ Ἀστοξένου, Καλλιστράτου τοῦ Κλε-
οτείμου, ἐπὶ τοῖσδε ἀπέδοτο Δωνά-
τα διὰ κυρίου καὶ φροντιστοῦ Εὐνεικί-
δα Εὐανθέως τὰν ἰδίαν θρεπτὰν Ζω-
σίμαν τῶι Πυθίωι Ἀπόλλωνι, τειμᾶς
10 ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν
ἀπέχει πᾶσαν, ἐφ’ ᾧ ἐπίστευσεν Ζω-
σίμη τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευ-
θέραν αὐτὰν εἶμεν καὶ ἀνέπαφον
ἀπὸ πάντων τὸν πάντα χρόνον, μηδε-
15 νὶ μηδὲν προσήκουσαν κατὰ μηδένα
τρόπον. παραμείνασαν Δωνάτᾳ τὸν τᾶς
ζωᾶς χρόνον εἶμεν Ζωσίμην ἐλευθέραν
καὶ ἀνέπαφον. εἰ δέ τις ἐπὶ καταδουλισ-
μῶι ἐφάπτοιτο Ζωσίμης, βέβαιον παρε-
20 χόντω{ι} τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομέ-
να καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυ-
χὼν κύριος ἔστω{ι} συλέων ἐλευθέραν Ζωσίμην
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ
ζαμίας. τίθεμαι τὴν ὠνήν, ἣν μὲν διὰ τοῦ γραμ-
25 ματέως τῆς πόλεως Νεικάνδρου τοῦ Καλλιστρά-
του εἰς τὰ δαμόσια τᾶς πόλεως γράμματα, ἣν δὲ
ἐνχαρά<ξ>ασα εἰς τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος
εἰς τὸ θέατρον κατὰ τὸν νόμον. καθέστακα δὲ
καὶ βεβαιωτῆρα ἐπὶ τᾶς προγεγραμμένας ὠ[νᾶς]
30 Εὐήμερον Εὐημέρου. χὶρ {²⁶χεὶρ}²⁶ Εὐημέρου το[ῦ Εὐημέ]-
ρου. γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγ[ραμμέ]-
νας ὠνᾶς κατασταθεὶς ὑπὸ Δωνάτας [τᾶς ․․․․]
δος. μάρτυρες οἵ τε ἱερ<ε>ῖς τοῦ Πυθίου Ἀ[πόλλω]-
νος Μελισσίων Λαιάδα, [Διονύσιος Ἀστοξένου, καὶ]
35 ἰδιῶται Ἀντιγένης Ἀρχία, ΚαλλίστρατοΚαλ]-
[λιστρ]άτου, Λέων Νεικάνορος, Μνησί[θεος]
[Ἀντιγ]ένους, Εὔδωρος Ἐπινείκου.
Search Help
Contact Us