[ ] Phokis — Delphi — 1st c. AD — SEG 33.436 — Mulliez — BCH 107.1983.445-9,5
1 ἀγαθᾶι τύ[χα]ι.
[ἄρχον]τος ἐν Δελφοῖς Μην[οδώ]ρου τοῦ
[Μη]νοδώρου, μηνὸς Ε[ἰλαί]ου, βουλευόντων [— — —]
[τοῦ — —κλέους] καὶ Εὐκλεί[δα] τοῦ Ἀστοξένου, Σω[τήριχος]
5 [Εὐφροσύνου καὶ Σωτηρίχα Παραμόνο]υ̣ Δελφοὶ ἀπέδοντο τ[ῷ Πυ]θ̣ίῳ
[Ἀπόλλωνι σῶμα γυναικεῖον Διαβούλιον], τειμᾶς ἀργυρίου μ[νᾶν τριῶν],
[καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπί]σ̣τεσαν τῷ θεῷ τ[ὰ]ν ὠνὰν
[οἵ τε ἀποδόμενοι καὶ Διαβούλιον, ἐφ’ ᾧτε ἐλευθέρ]αν εἶμεν [καὶ] ἀνέπα-
φον τ̣ὸν̣ [πάντα χρό]νον, μηδενὶ [μηδὲν προσήκουσαν κατὰ μηδέ]ν[α τρ]όπον
10 εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδ[ουλισμ]ῷ, βέβαιον [παρεχόντω τῷ θεῷ τὰν ὠ]νὰν
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ, καὶ ὁ παρατυχὼν κύριος ἔ̣σ̣[τω ἀφαιρο]ύμενος
Διαβούλιον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα[ς δίκας καὶ ζαμί]ας
τίθεμαι τὴν ὠνὴν κατὰ τὸν νόμον τᾶς πόλιος, τὴν μὲν ε̣ἰ[ς τὸ ἱερὸν τ]οῦ Ἀπόλλω-
νος ἐνχαράξας, τὴν δὲ ἐν τὸ δημόσιον τεῦχος· καθέστακ[α δὲ κ]αὶ βεβαιωτῆ-
15 ρα κατὰ τὸν νόμον Μηνόδωρον Μηνοδώρου· χὶρ Μηνοδώρου τοῦ [Μηνοδώ]ρου· γέγονα
βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθε[ὶς ὑπὸ Σ]ωτηρίχου
[κ]αὶ Σωτηρίχας, συνευαρεστεούσας καὶ Ὀνασιφόρο[υ τᾶς θυ]γατρὸς καὶ τῶν
τέκνων αὐτᾶς· μάρ-
τυρες οἱ ἱερεῖς
20 τοῦ Ἀπόλλω-
νος Π. Μέμμιος Κριτόλα̣-
ος καὶ Νείκανδρο[ς]
Καλλιστράτου,
καὶ τῶν ἰδιωτᾶν
25 Τιβ. Ἰούλιος Ἡρα-
κλέων, Πα[——]-
ος Σω[․c.6․․],
Τιβ. #⁵⁶ Ἰούιος]
Πάππο[ς].
Search Help
Contact Us