[ ] Phokis — Delphi — 121 BC
1 ἄρχοντος Ἁγίωνος, μηνὸς Ἰλαίου,
βουλευόντων τὰν δευτέραν ἑξάμη-
νον Ἀρίστωνος, Πάτρωνος, γραμματεύον-
τος δὲ βουλᾶς Ἡρακλείδα, ἀπέδοτο Φιλο[μή]-
5 λα Τιμοκλέος τῶι Ἀπόλλωνι τῶι Πυθίωι [σῶ]-
μα ἀνδρεῖον παιδάριον ἐνδογενές, ὧι ὄ[νομα]
Εὔπορος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, [καὶ τὰν τιμὰν]
ἔχει πᾶσαν Φιλομήλα, καθὼς ἐπίστευσε [τῷ]
θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα-
10 πτος ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό-
λιος [Καλλία]ς Ἐμμενίδα. παραμεινάτω δὲ Εὔπορος παρὰ
Φιλομήλᾳ, ποιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν.
εἰ δέ κα μὴ ποιῇ τὸ ἐπιτασσόμενον, ἢ μὴ μένῃ παρὰ Φιλο-
μήλᾳ, κυρία ἔστω Φιλομήλα ἐπιτιμέουσα τρόπωι ὧι κα θέλῃ,
15 κύριος δὲ ἔστω καὶ ἄλλος ἐπιτιμέων, ὅν κα Φιλομήλα κε-
λεύσῃ, τρόπωι ὧι κα θέλῃ. εἰ δὲ κά τι περὶ Φιλομήλαν ἀνθρώπι-
νον γένηται, ἀποτρεχέτω Εὔπορος, ἐλεύθερος ἐὼν καὶ
ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον. εἰ δέ τις κα-
ταδουλίζοιτο Εὔπορον, κύριος ἔστω συλέων ὁ παρατυχὼν
20 ὡς ἐλεύθερον ἐόντα, ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας
δίκας καὶ ζαμίας, καθὼς κα συλάσῃ. μάρτυροι ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος Ἁγίων, καὶ οἱ ἄρχοντες [Ἀρ]ίστων, Πά-
τρων, Ἡρακλείδας. ἰδιῶται Εὐκλείδας.
Search Help
Contact Us