[ ]
Phokis — Delphi — 47-66 AD
1 | ἀγαθᾷ τύχᾳ. vac. ἄρχοντος Καλλιστράτου τοῦ Καλλι- |
στράτου τὸ δεύτερον, μηνὸς Θεοξενίου, βουλευόντων Θεο- | |
κλέους τοῦ Θεοκλέους καὶ Δάμωνος τοῦ Πολεμάρχου, ἀπέδοντο | |
Διονύσιος Διονυσίου καὶ Μελιτίνη Τιμ<ῶ>ς τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευ- | |
5 | θερίᾳ τὸν ἴδιον θρεπτὸν Ἀλέξανδρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ |
τὰν τειμὰν ἀπέχομεν πᾶσαν, καθὼς ἐπίστευσεν Ἀλέξανδρος τῷ θεῷ | |
τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν Ἀλέξανδρον καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
των τὸν πάντα χρόνον, μηδενὶ μηδὲν προσήκοντα κατὰ μηδένα τρόπον. | |
εἰ δέ τις ἐφάπτοιτο Ἀλεξάνδρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ | |
10 | τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω |
συλέων Ἀλέξανδρον ἐλεύθερον, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
ζαμίας. παραμεινάτω δὲ Ἀλέξανδρος Διονυσίῳ καὶ Μελιτίνῃ τὸν τᾶς ζωᾶς χρόνον, | |
ποιῶν πᾶν τὸ ἐπιτασσόμενον. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Διονύσιος καὶ Με- | |
λιτίνη ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλ<ω>ντι. εἰ δέ τι τῶν ἀνθρωπίνων γένηται | |
15 | περὶ τὸν ἕτερον {γένηται} καὶ μὴ θέλῃ παραμεῖναι Ἀλέξανδρος, ἀποτ<ε>ι- |
σάτω δινάρια τριακόσια. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νό- | |
μους τᾶς πόλιος Ἐ[πί]νικον Νικοστράτου. τιθέμεθα τὰν ὠνὰν ․․․․․․․․․ |