[ ] Phokis — Delphi — 47-66 AD
1                    ἀγαθᾷ τύχᾳ.
ἄρχοντος Θεοκλέους τοῦ Θεοκλέους τὸ τρ[ίτο]ν, μηνὸς Ἀπελλαίου, βουλευόντων
δὲ Λέωνος τοῦ Νικάνορος καὶ Λαιάδα τοῦ Μελισσίωνος, Μοῦσα Διοδώρου Δελφ
ἀπέδοτο τῷ θεῷ Ἀπόλλωνι Πυθίῳ σώματα δύο, οἷς ὀνόματα Συνφέρουσα
5 καὶ Τύραννο<ς>, τιμᾶς ἀργυρίου μνῶν τεσσάρων, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν,
καθὼς ἐπίστευσα[ν] τῷ θεῷ τὰν ὠνὰν Συνφέρουσα καὶ Τύραννος, ἐφ’ οἷς ἐλεύθεροι εἶ-
μεν καὶ ἀνέφαπτοι τὸν πάντα βίον ἀπὸ πάντων, μηδενὶ μηδὲν προσήκοντες κα-
τὰ μηδένα τρόπον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θε-
ῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ, καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Συν-
10 φέρουσαν καὶ Τύραννον ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμία-
[ς]. τίθεμαι τὴν ὠνὴν κατὰ <τ>ὸν νόμο<ν>, τὴν μὲν ἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξα<σα>, τὴν δὲ
[ἰ]ς τὸ δημόσιον τεῦχος. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τὸν νόμον τᾶς πόλιος
Σάτυρον Ζωΐλου Δελφόν. χεὶρ Σατύρου. γέγονα{ι} βεβαιωτὴς ἐπὶ τᾶς προγεγραμμένας
ὠνᾶς κατασταθεὶς ὑπὸ Μούσας. μάρτυρες ὁ ἱερεὺς Νίκανδρος Καλλιστράτου, Τειμ[α]-
15 γένης Νικάνδρου, Ἀγάθων Εὐκάρπου vac. Μοῦσα καὶ ὑπὸ Εἰλαρίωνος.
Search Help
Contact Us