[ ]
Phokis — Delphi — 101/0-94/3 BC
1 | ἄρχοντος Δάμωνος, μηνὸς Ἡραίου, βουλευόντων Αἰακίδα, Φίλωνος, Ὀρέστα, Δαμο- |
κράτ<ε>ος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντιγένης Διοδώρου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ | |
αὐτ[ο]ῦ Διοδώρου, τῷ Ἀπόλλ<ω>νι τῷ Πυθίῳ σῶμα γυ<ναι>κεῖον, ἇι ὄνομα Σωσίχα ἐνδογενές, | |
τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν, καθὼς ἐπίσ{σ}τευ- | |
5 | σε {²⁶ἐπίστευσε}²⁶ Σωσίχα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον |
ἀπὸ πάντων. βεβαιωτὴρ Καλλίας Ἐμμενίδα. εἰ δέ τις ἐφάπτοιτο | |
Σωσίχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν | |
ὅ τε ἀποδόμενος Ἀντιγένης καὶ ὁ βεβαιωτὴρ Καλλίας, καὶ ὁμοίως ὁ [π]α[ρα]- | |
τυχὼν κύριος ἔστω{ι} συλέων Σωσίχαν ὡς ἐλευθέραν οὖσαν [καὶ ἀνέφαπτον], | |
10 | [ἀ]νυπόδικος ὢν πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἱ ἱερεῖς [τοῦ Πυθίου Ἀπόλλωνος] |
[Ἁγί]ων, Πυρρίας, καὶ ἰδιῶται Πολύων, Δρομοκλείδας, Ἄ[ρχ]ων Διο[δώρου], | |
Ἄρχων. |