[ ] Phokis — Delphi — 139/8-125 BC — SGDI 2307
1b                {²remnant of earlier inscr.?}² — — — 〚τῶν Διογένεος τῶν〛(?)
1a ἄρχοντος Καλλικράτεος, μηνὸς {συ} Βυσίου, βουλευόν-
2 των τὰν δευτέραν ἑξάμηνον [Κλε]οδάμ[ο]υ [τοῦ Πο]λυκ[ρά]-
τεος, Ἀμύντα τοῦ Εὐδώρου, γραμματεύοντος δὲ τᾶς βουλᾶς
Καλλιγένεος τοῦ Δαμοκράτεος, ἀπέδοτο Σωσὼ Χαριξένου τῶ[ι]
5 Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Σάτυρος, τὸ γένος οἴ-
κοθεν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Σάτυρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλῃ. βε-
βαιωτὴρ κατὰ τὸν νόμον Καλλιγένης Δαμοκράτεος. εἰ δέ τις ἅ-
10 πτοιτο Σατύρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι
τὰν ὠνάν. εἰ δὲ μὴ παρέχοι βέβαιον, πράκτιμος ἔστω Καλλι-
γένης Σατύρῳ κατὰ τὸν νόμον. vac. ὁμοίως δὲ καὶ οἱ παρατυγχά-
νοντες κύριοι ἐόντω συλέοντες Σάτυρον ὡς ἐλεύθερον
ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
15 μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος Ἁβρομάχο[υ κ]αὶ
οἱ ἄρχοντες Κλεόδαμος Πολυκράτεος, Ἀμύ[ν]τας, [Κ]αλλι[γ]ένης·
ἰδιωτᾶν Κλεόδαμος Καλλιγένεος, Ξενόκριτ[ο]ς Στησιμένεος,
Δαμοκράτης, Ἀτισίδας [Ὀ]ρ[θα]ίου.
Search Help
Contact Us