[ ]
Phokis — Delphi — 139/8-125 BC
1 | ἄρχοντος Καλλικράτεος, μηνὸς Βουκατίου, |
ἀπέδοτο Καλλικράτεια Δεξικράτεος τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ[ον], ἇι ὄνομα | |
Νικοστράτα, ἐνδογενῆς ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες |
κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀντιγένης Διοδώρου, | |
Κλέων Διονυσίου Δελφοί, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
Νικοστράταν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό- | |
νον, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ. εἰ δέ | |
10 | τις ἐφάπτοιτο Νικοστράτας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω |
συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖσαν, καὶ οἱ βεβαι- | |
ωτῆρες βέβαιον παρεχόντω τῷ θεῶι τὰν ὠνὰν | |
Νικοστράτας, καὶ ὁμοίω[ς] Νικοστράτα ἐλευθέρα | |
ἔστω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων | |
15 | Καλλί[α], Ἄθα[μ]βος Ἁβρομάχου, καὶ ὁ νεωκόρος |
Ἀτεισίδας, καὶ ἰδιῶται Διόδωρος | |
Ἄρχωνος, Θεόξενος, Πολύων Θεοξένου, Ξενόκριτος. | |
παραμινάτω δὲ Νικοστράτα παρὰ Καλλικράτε<ι>αν, | |
ἕως κα ζῇ, ποιοῦσα τὸ ἐπιτασ<σ>όμενον τὸ δυνατὸν πᾶν. εἰ δὲ μ[ὴ] | |
20 | παραμείνῃ, ἄκυρος ἁ ὠνὰ ἔστω. |