[ ]
Phokis — Delphi — 124-116 BC
1 | [ἄ]ρχοντος Ἄγωνος, μηνὸς Βοαθοίου, ἀπέδοτο |
Διόδ[ω]ρος [Ἄρχ]ωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι [σῶμα] | |
ἀνδρεῖον, ὧι ὄ[νο]μα Βά[κ]χιος, τὸ γένος Σύρον, τιμᾶς ἀ[ργ]υ[ρίο]υ | |
μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Βάκχιος | |
5 | τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα- |
πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιῶν ὅ κα θέλῃ | |
καὶ ἀποτρέχων οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς | |
πόλιος Πολύων Θεοξενίου. εἰ δέ τις ἐφάπτοιτο Βακχίου | |
[ἐ]πὶ καταδουλ[ι]σμῶι, βέβαιον παρεχόντω τὰν ὠνὰν | |
10 | [τ]ῶι θεῶι ὅ τε ἀποδόμενος Διόδωρος καὶ ὁ βεβαιωτὴρ |
Πολύων. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντω κατὰ τὸν | |
[ν]όμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
[ἐ]όντω συλέοντες Βάκχιον ὡς ἐλεύθερον | |
ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
15 | δίκας καὶ ζαμίας. μάρτυροι ὁ ἱερεὺς τοῦ |
Ἀπόλλωνος Πατρέας καὶ ὁ νεωκόρος | |
Ἀτεισίδ[α]ς καὶ ἰδιῶται Διόδωρος Καλλικράτεος, | |
Φιλόδαμος, Πυρρίας, Πάτ[ρω]ν Ἀριστοβούλου. |