FD III 6:82
[ ] Phokis — Delphi — 128/7 BC — SGDI 2310
1 ἄρχ%⁸¹οντος Πύρρου, μηνὸς Ἡρα{κ}ίου, {²⁶Ἡραίου}²⁶ vac. βουλευόντων τὰν
πρῶταν ἑξάμη%⁸¹νον Μικκύλου, Κλέω%⁸¹νος, γραμματεύοντος
δὲ τᾶς βουλᾶς vac. Θε%⁸¹οτίμου, ἀπέδο%⁸¹το Πρά%⁸¹ξιον Πλειστάρχου,
συνευδοκεόντων καὶ τῶν υἱῶν αὐτᾶς Αἰακίδα καὶ Χαιρεφά-
5 νεος, Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα
Ἀπολλωνία, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀπολλωνία τὰν ὠνὰν τῷ
θεῷ, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα χρόνον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα
10 θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον Κλέων Διονυσίου. εἰ δέ τις ἅπτοι-
το Ἀπολλων[ί]ας ἐπὶ καταδουλι<σ>μῶι, βέβαιον παρεχόντω τὰν
ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. εἰ δὲ
μὴ παρέχοιν, πράκτιμοι ἐόντω μνᾶν τριάκοντα Σελεύκῳ
Σελεύκου, ἇ κα Σέλευκος θέλῃ. ὁμοίως δὲ καὶ ὁ παρατυ-
15 χὼν κύριος ἔστω συλέων Ἀπολλωνίαν ὡς ἐλευθέραν ἐοῦ-
σαν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας.
μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, θαμβο[ς],
καὶ ἰδιῶται Νικάτας, Καλλίας, Ἐχέφυλος.
Search Help
Contact Us