[ ] Phokis — Delphi — 139/8-125 BC
1 ἄρχοντος Ἁβρομάχου, μηνὸς Ἡρακλείου, βουλευόντων τὰν δευτέ-
ραν ἑξάμηνον Κα<λ>λία τοῦ Δίωνος, Νικοστράτου τοῦ Εὐδώρου,
γραμματεύοντος δὲ τᾶς βουλᾶς Εὐάνδρου, ἀπέδοτο Ξένων Δημη-
τρίου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Κλέωνος, τῶι Ἀπόλλωνι
5 τῶι Πυθίω<ι> σῶμα γυναικεῖον, ἇι ὄνομα Πίστα, τὸ γένος ἐ%⁸¹νδογενῆ, τι-
μᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίσ-
τευσε Πίστα τὰν ὠνὰν τῷ θεῷ, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
πτο[ς] ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα
οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Π[άτρ]ων Ἀριστοβούλου.
10 εἰ δέ τις ἐφάπτοιτο Πίστας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω
τὰν ὠνὰν τῷ θεῷ ὅ τε ἀποδόμενος Ξένων καὶ ὁ βεβαιωτὴρ Πάτρων.
εἰ δὲ μὴ παρέχοιν, πρ[άκ]τιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ
οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Πίσταν ὡς ἐλευθέ-
ραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα-
15 μίας. μάρτυροι οἱ ἱερ%⁸¹εῖς τοῦ Ἀπόλλωνος Ἄρχων, θαμβος,
[κ]αὶ [ἰ]διῶται Πολυ%⁸¹τιμίδας, Ξενόκριτος Στησιμένεος, Βά[τ]τος,
[ρ]θαῖος, Ἀρίστων.
Search Help