[ ]
Phokis — Delphi — 139/8-125 BC
1 | ἄρχοντος Καλλικράτεος τοῦ Διο[δ]ώ[ρ]ου, μηνὸς [Ἰλα]ίου, |
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀμύντ[α] τοῦ Εὐδ[ώ]- | |
ρου, Κλεοδάμου τοῦ Π%⁸¹ολυ%⁸¹κράτεος, γρα[μμα]τεύοντος δ[ὲ] τᾶ[ς] | |
βουλᾶς Καλλιγένεος το%⁸¹ῦ [Δαμο]κράτεος, ἐπὶ τοῖσδε ἀπέδοτο | |
5 | Κράτεια Εὐξενίδα, συνευδοκέοντος καὶ τοῦ ἀνδρ[ὸς] αὐτᾶς |
Νικομ[ά]χου τοῦ Φιλοξένου καὶ τοῦ υἱοῦ αὐτῶν Φιλοξένου καὶ τᾶς | |
θυγατρὸς Ὀλυμπιάδος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
κεῖον, ἇι ὄνομα Κασταλία, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν | |
πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κασταλία τὰν | |
10 | ὠνὰν τῶι θεῶι, ἐ[φ’] ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ[φαπ]τος ἀπὸ πάντω[ν] |
τὸν πάντα β[ίον], ποι[οῦ]σα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέ[λῃ]. | |
βεβαιωτ<ὴ>ρ κα[τὰ τοὺς] νόμους [τᾶ]ς πόλιος Ξενόκριτος Στησιμένεος. | |
εἰ δέ τις ἐφάπτοιτο Κασταλίας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέ- | |
τω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα [Κρ]άτ[ε]ι[α] καὶ ὁ βεβαιωτὴρ | |
15 | Ξενόκριτος. ὁμ[οί]ως δὲ [καὶ ο]ἱ παρατυγχάνοντες κύρι[οι ἐό]ντ[ω σ]υλέον- |
τες Κα%⁸¹σταλί[αν ὡς ἐ]λευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζα[μί]ας. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος | |
Ἁβρομάχου καὶ ὁ νεωκόρος Ἀτεισίδας Ὀρθαί[ου], Κλεόδαμος Π<ο>λυκρ[ά]- | |
τεος, Ξενόκριτος Στησιμένεος, Διόδωρ[ος] Ἄ[ρ]χωνος, Πολέ[μ]ω[ν] | |
20 | Πολεμάρχου, Στράτω%⁸¹ν Πολέμωνος. |