[ ] Phokis — Delphi — 116 BC
1 ἄρχοντος Ἁγίωνος, μηνὸς Θεοξενίου, βουλευ%⁸¹ό%⁸¹ντων δευτέραν ἑξάμηνον Ἀρίστωνος, Πάτρωνος, γραμματεύ-
οντος δὲ βουλᾶς Ἡρακλείδα, ἀπέδοτο Δαντ[ὼ] Ἀ․․․․ους, [συν]ευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Κλεοδάμου, τῶι Ἀπόλλω-
{λω}νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμα ἀνδρεῖον, <ὧ>ι ὄνομα Δαμῖνος, [τ]ὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἁβρόμαχος Μαντία, καθὼς ἐπίστευσε Δαμῖνος τῷ θεῷ τὰν ὠ-
5 νάν, ἐφ’ ὧιτε ἐλεύθ[ε]ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων οἷς
κα θέλῃ. εἰ δέ τις ἐφάπτο[ιτο] Δαμίνου ἐπὶ καταδουλισμῶι, κύ[ριος] ἔστω ὁ παρατυχὼν συλέων Δαμῖνον
ὡς ἐλεύθερον ὄν<τα> ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζαμίας, <καὶ ὁ> βεβαιω-
τὴρ βεβαιούτω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Π[ατρέ]ας, Ἄθαμβος, ἰδιῶται Φ%⁸¹αῖνις, Π[ά]%⁸¹τρ%⁸¹ω],
           Κλεόμαντ<ι>ς,      Θρασέας.
Search Help
Contact Us