[ ] Phokis — Delphi — 121-108 BC
1 ἄρχοντος Ἁγίωνος τοῦ Πολυκλείτου, μηνὸς Θεοξενίου,
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Πάτρωνος τοῦ
Ἀριστοβούλου, Ἀρίστωνος τοῦ Δαμοφάνεος, γραμματεύ-
οντος δὲ τᾶς βουλᾶς Ἡρακλείδα, ἀπέδοτο [․․․υτὼ] Αἰχμίωνος,
5 συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Ξενοδάμου καὶ
τᾶς θυγατέρος αὐτῶν Βουαντέας, [τῶι Ἀ]πόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σω[σίχ]α, τὸ γένος οἰκο-
γενῆ, τιμᾶς ἀργυρίου μν[ᾶν] πέντε, καὶ τὰν τιμὰν ἔχει
πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Πάτρων Θρα-
10 σέα, καθὼς ἐπίστευσε Σωσίχα τῶι θεῶι τὰν [ὠ]νάν, ἐφ’ ὧι-
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα
βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. εἰ δέ τις
ἐφάπτοιτο Σωσίχας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα-
τυχὼν συλέων Σωσίχαν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ἐὼν
15 καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζα[μίας, καὶ ὁ βε]βαιω-
τὴρ βεβαιούτω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πα%⁸¹τρέας
Ἀν%⁸¹δρονίκου, Ἁγίων Ἐχεφύλου, καὶ ὁ νεωκόρος Ἀτεισίδας
Ὀρθαίου, καὶ ἰδιῶται Φαῖνις Γοργίλου, Αἰακίδας Βαβύλου.
Search Help
Contact Us