[ ] Phokis — Delphi — 121-108 BC
1 [ἄρχο]ντος Βαβύ[λου το]ῦ Ἀνδρο%⁸¹μένεος, μηνὸς [Ἐν]δυσποι-
[τροπ]ίου, ἀπέδοντο Καλλίδαμος [Ἀ]μ̣φ̣ιστράτου καὶ Σώσιον
․ε․ίωνος, συνευδοκεούσας καὶ [․․․․․․․ αὐτ]οῦ ․․․․․․τας Καλλιδάμου,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σω-
5 σικράτεια, τὸ γένος ἐ[νδογ]ενῆ, τιμ[ᾶς] ἀργυρίου μνᾶν τεσ-
σάρων καὶ ἡμίμναιον, καθὼς ἐπίστευσε Σωσικράτεια τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Σωσικράτειαν
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν
ὅ κα θέλῃ καὶ ἀποτρέχουσα<ν> οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς
10 νόμους Νικόβουλος Ἀθανίωνος. εἰ δέ τις ἐφάπτοιτο Σωσι-
κρατε<ί>ας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι
τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Καλλίδαμος καὶ Σώσιον καὶ ὁ β[ε]-
βαιωτὴρ Νικόβουλος. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντ[ω]
ἕκαστος αὐτ[ῶν] μνᾶν πέντε, καὶ ὁμ[οίως] οἱ παρατυγχά-
15 νοντες κύριοι ἐόντω συλέοντες Σωσικράτειαν ὡς ἐλευ-
θέραν [οὖ]σαν ἀζάμιοι [ὄντ]ες πάσας δίκας
καὶ ζαμίας. μάρτυροι <οἵ> τε ἱερεῖς τοῦ Ἀπόλλωνος Πατρέας Ἀ[ν]-
δρονίκου, [Ἁγί]ων Ἐ[χε]φύλου· ἰδιῶτ[αι] Ξενόκριτος Στησιμέν[ους],
Λυσίμα[χ]ος Μεστράτεος, Καλλείδας ․․․․․․ος, Κι%⁸¹κότας Εὐβο[λου],
20 Σώτηρος Ἑρμολάου.
Search Help
Contact Us