[ ] Phokis — Delphi — 113-102/1 BC
1 ἄρχοντος Νικοδάμου, μηνὸς Ἀμαλίου, βουλευόντων τὰν δευ-
τέραν ἑξάμηνον Νικαρέτου τοῦ Ἀντχά]ρεος, Διοδώρου τοῦ Ἄρχω-
νος, γραμματεύοντος δὲ βουλᾶς Τιμοκράτεος τοῦ Κλειδάμου, ἐ-
πὶ τοῖσδε ἀπέδοτο Λυσίας Λυσία καὶ Εἰσ<ιὰς> Κ[ά]λλωνος, συνευδοκέ-
5 οντος καὶ τοῦ υἱοῦ αὐτῶν Λ[υ]σ[ία], τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυ-
ναικεῖον [κο]ρίδι[ον, ἇι ὄ]νομα [Εὔ]νοι[α], τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρί-
ου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὔνοια τῷ θεῶι
τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν-
τα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Δαμοκράτης Καλλιγέ-
10 νεος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ Εὐνοίας, βέβαιον παρε-
χέτω τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ οἱ παρα-
τυγχάνοντες κύριοι ἐόντωσαν <συλ>έοντες Εὔ[νο]ιαν ὡς ἐλευθέραν οὖ-
σαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι
Καλλιγένης Δαμοκράτεος, Βαβύλος Λαιάδα, Ἄρχων Καλλικράτεος·
15 ἰδιῶται Ἀντίγονος Ἀντιμάχου, Ἐπίνικος Καλλικλέος.
Search Help
Contact Us