[ ]
Phokis — Delphi — 20-46 AD — SEG 33.430 — Mulliez — BCH 107.1983.437-40,3
1 | [ἄρχοντος Λα]μένους τοῦ Σ[τρ]α̣τ̣άγου γόνῳ δ[ὲ Λα]μέ[νους, μηνὸς — — — —]ου, βουλε[υό]ν̣[των] |
[Σώτ]α τοῦ [Ε]ὐκλείδα, Λέωνος τοῦ Νικάνορος, ἐπὶ τοῖσδε ἀπέδετο [Διονυσία] Δ̣[ιο]νυσίου, συνευα[ρε]στε[ο]ύσας | |
[καὶ τᾶ]ς θυγατρ[ὸ]ς αὐτᾶς Ἐπι[κ]τή[σ]ε[ο]ς καὶ τοῦ υ̣[ἱο]ῦ Νικοπ̣όλιος τοῦ Ἀ̣ν̣τ̣ιόχου, τῷ Ἀπόλ[λω]νι τῷ Πυθίῳ | |
[σώ]μ[ατ]α δύο, [οἷ]ς ὀνόματα Γλυκέ[ρ]α καὶ Αὐγή, τιμᾶς ἀργυρ̣ίου μνᾶν ἕ[ξ], καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν, καθὼ̣[ς] | |
5 | [ἐπ]ί̣σ̣τευσαν Γλυκέρα καὶ Αὐγὴ τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπ̣τ̣οι ἀπὸ πάντω[ν] |
τὸν [πά]ντα χρόνον μηδενὶ μηδὲν ποθήκουσαι κατὰ μηδένα τ̣ρόπον· βεβαιωτὴρ κατὰ̣ τοὺς νόμους τᾶς πό- | |
λ[ι]ος Εὐκλῆς Εὐάνδρου· Παραμινάτωσαν δὲ Γλυκέρ̣α̣ καὶ Αὐγὴ Διονυσίᾳ πάντα τὸν τᾶς ζωᾶς αὐτῆς χρόνον, | |
ποέουσα τὸ ἐπιτασσόμενο[ν] ἀνεγκλήτως· εἰ δὲ μὴ ποιέοισαν μηδὲ πιθαρχέοισαν, ἐξουσίαν ἐχέτω Διονυσία | |
ἐπ[ι]τιμέουσα Γλυκέρᾳ καὶ Αὐγῇ τρόπῳ ᾧ κα θέλῃ· παραστησάτω δὲ Αὐγὴ ἐπικτήσει παιδίον ἓν καὶ | |
10 | [δηνάρι]α ὀγδοήκοντα, καὶ Νικοπόλει παιδ<ί>α δύο ἢ δηνάρια ἑκατὸν ἑξήκοντα· εἰ δέ τις ἐφάπτοιτο Γλυκέρας ἢ Αὐγῆς |
[ἐ]πὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ἥ τε ἀποδομένη καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ̣ πα- | |
ρατυχὼν κύριος ἔστω συλέων καὶ ἀφαιρείμενος Γλυκέραν καὶ Αὐγὴν εἰς ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυ- | |
πόδικος πάσας δίκας καὶ ζαμίας· τίθεμαι τὴν ὠνὴν κατὰ τὸν νόμον, τὴν μὲν ἰς τὸ ἱερὸν τοῦ Ἀπόλ- | |
λ̣ωνος ἐνχαράξαντες, τὴν δὲ ἰς τὰ δημόσια τῆς πόλεος γράμματα διὰ τοῦ γραμματέος Πολυτι- | |
15 | μίδα τοῦ Λαιάδα· μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστοξένου, Δάμω̣ν Πο[λ]ε- |
μάρχου, καὶ ἰδιῶται | |
Θεόξενος [Φιλαι]τώ- | |
λου, Κλέανδρος Φί- | |
λωνος, Ἀντιγένης | |
20 | Ἀρχία. |