[ ]
Phokis — Delphi — 20-46 AD
1 | Δωροθέου τοῦ Κριτολάου, μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων Κτή%⁸¹σωνος τοῦ Σωτήρου, [Ἐπαγά]- |
θου τοῦ Λέωνος, ἐπὶ τοῖσδε ἀπέδετο ΕΡ̣ΟΓ̣ΡΑΔΡ̣ΟΤΑΣ ἀπελεύθερος ἐπ’ ἐλευθερίᾳ τῷ Ἀπόλ[λωνι τῷ] | |
Πυθίῳ σῶμα <γυναικεῖον> οἰκογενές, ἇι ὄνομα [Ἀ]φ[ρ]οδισία, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, [ὡς ἐ]- | |
πίστευσε τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν τὸ προγεγραμμέ[νον σῶμ]- | |
5 | α καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν ἅπαντα χρόνον μηδενὶ μηδὲν ποθήκοντα κατὰ μηδένα τρόπον. vac. [εἰ] δέ τις ἐφάπτοι[το το]- |
ῦ προγεγραμμένου σώματος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος [καὶ ὁ] | |
βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κ[ύρι]ος ἔστω συλέων τὸ προγεγραμμένον σῶμα ὡς ἐλευθέραν, ἀζάμιος ὢν [καὶ ἀ]- | |
νυπόδικος πάσας δίκας καὶ ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐτυχίδη. | |
τίθεμαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰν μὲν ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐ[νχ]αράξας, [τὰν] δὲ [εἰς] | |
10 | τ̣ὰ τᾶς πόλιος γράμματα διὰ τοῦ γραμματέος Λυσιμάχου τοῦ Νεικάνορος. μάρτυρες οἵ τε ἱε[ρεῖς τοῦ Ἀπόλλων]- |
ος Δάμων Πολεμάρχου, Διονύσιος Ἀστοξένου, Καλλίστρατος Καλλιστράτου, Νίκανδρος [Καλ]- | |
λιστράτου ․․․․․ο․․․․ Ἀρχελάου, Δάμωνος. χεὶρ Εὐτυχίδου τοῦ Στρατάγου. γέγονα {να} βεβ[αιω]τὴρ | |
ἐπὶ τῆς προγεγραμμ[έν]ης ὠνῆς κατα[στα]θείς. |