[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος Λέωνος το- |
ῦ Νεικάνορος, μηνὸς Εἰλ- | |
αίου, βουλευόντων Ἄγω- | |
νος τοῦ Ἄγωνος, Ἑρμογένου- | |
5 | ς τοῦ Διονυσίου, ἀπέδοτο |
Μήνιος Ἑρμοκράτους, συν- | |
ευαρεστέοντος καὶ τοῦ [υἱο]ῦ | |
αὐτοῦ Μηνίου, τῷ Ἀπόλλω- | |
νι τῷ Πυθίῳ σώματα γυναι- | |
10 | κεῖα δύο, Ὑακίνθιον καὶ τὴν |
θυγατέρα αὐτῆς Πρεῖμαν, | |
τειμᾶς ἀργυρίου μνᾶν ὀκτ- | |
ώ, καὶ τὰν τειμὰν ἀπέχει π- | |
ᾶσαν. καθέστακα δὲ καὶ βε- | |
15 | [βαι]ωτῆρα κατὰ τοὺς νόμους τᾶς π[όλι]ος Δάμωνα Πολεμ[άρχου], τὸν ἱερ[έα] |
[τοῦ] Ἀπόλλωνος τοῦ Πυθίου, καθὼς ἐπίστευσαν [τ]ῷ θεῷ [τὰ]ν ὠ[νὰν] Ὑακί[νθιον καὶ Πρεῖμα], | |
[ἐφ’] ᾧτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι [ἀπ]ὸ πάντων τὸν πάντα χρ[όνο]ν. ε[ἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα]- | |
δουλισμῷ Ὑακινθίου ἢ Πρείμας, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠν[ὰν] ὅ τ[ε ἀποδόμενος καὶ] ὁ βεβ[αιωτήρ. ὁμοί]- | |
ως καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέ[ων ὡς] ἐλευθέρας Ὑακίνθιον [καὶ Πρεῖμ]αν ἀζά- | |
20 | μιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. τίθεμαι τὰν [ὠν]άν, [τὰν μὲν διὰ τοῦ γραμμα]- |
<τ>έος Διονυσίου τοῦ Διονυσίου εἰς τὸ δημόσιον τῆς πόλι[ος τε]ῦχος, [τὰν δὲ] | |
κατὰ τὸν νόμον ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν τῷ θεάτρῳ ἐνχαράξα[ς]. | |
χ<ε>ιρόγραφον Δάμωνος τοῦ Πολεμάρχου. γέγονα βεβαιωτὴς ἐπὶ τῆς ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος | |
ὠνῆς ἀνακειμένης Ὑακινθίου καὶ Πρ<ε>ίμας τῆς θυγατρὸς αὐτῆς κατασταθεὶς ὑπὸ Μηνίου τοῦ Ἑρ- | |
25 | μοκράτους. μάρτυρες Ἐπί<νι>κος Νικοσ{σ}τράτου {²⁶Νικοστράτου}²⁶, |
Μελισσίων Λαιάδα, | |
Πολυτιμίδας Λαιάδα. |