[ ]
Phokis — Delphi — undated
1 | ἀγαθῇ τύχῃ. |
ἄρχοντος Γαίου Ἰουλίου Σειδέκτα, μηνὸς Εἰλαίου, βουλευόντων Λαμένους τοῦ Λαμένους, | |
Φι[λ]ονείκου τοῦ Διοδώρου, ἀπέδοτο Παράμονος Ἀριστέα, σ[υ]νευαρεστέοντος καὶ τοῦ υἱοῦ Ἀριστ[έ]α, τῷ Ἀ- | |
π[όλ]λωνι τῷ Πυθίῳ ἐ[π’] ἐλευθερίᾳ σῶμα γυναικῆον οἰκογενές, ᾇ ὄνομα Σωτηρίχα, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ | |
5 | τὰν [τ]ειμὰν ἀπέχ[ω] πᾶ[σ]αν, καθὼς ἐπίστευσε [Σωτ]ηρίχα τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε [ἐ]λευθέραν εἶμεν καὶ ἀ- |
νέπαφον ὑπὸ πάντων τὸν ἅπαντα χ[ρό]νον. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τ[οὺς] νόμους τᾶς πόλιος | |
Λα[μ]έ[ν]ην Λαμένους. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαιον [παρ]εχόντω τῷ θεῷ τὰν | |
ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτ[ήρ. ὁ]μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος [ἔ]στω συλέω[ν] Σωτηρ[ί]- | |
χαν ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπό[δ]ικ[ος π]άσας δίκας καὶ ζαμίας. παραμειν[άτω] δὲ Σωτηρίχα Παρα- | |
10 | μόνῳ τῷ θρ[έ]ψαντι τὸν τᾶς ζωᾶς χρόνον. τὰ δ’ ἐξ αὐτᾶς γενναθέντα ἔστωσαν ἐλεύθερα, |
μηδενὶ μηδὲν ποθήκ[ο]ν[τα. δό]τω δὲ Σ[ω]τηρίχα <Ἀ>ριστέᾳ βρέφος ἐνιαυ[σ]ιαῖον ἐν ἐτέοις τρί- | |
οις. τίθεμαι τᾶς ὠνᾶς τὸ μὲν ἀν[τί]γραφον ἐν [τ]ὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ τοῦ γραμ- | |
ματέος Θεοκλέους τοῦ Θε[οκ]λέους, τ[ὸ δ]ὲ αὐτόγραφον ἐπίστευσα τῷ θεῷ. χειρόγραφον Λα- | |
μένους τοῦ Λαμένους. γέγονα βεβαιωτὴρ κατασταθεὶς ὑπὸ Παραμόνου ἐπὶ τᾷ προγε- | |
15 | γραμμένᾳ ὠνᾷ. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διο[ν]ύσιος Ἀστοξένου, |
Δάμων Πολεμάρχου, Ἐπίνικος Νικοστράτου, [Με]λισ<σ>ίων Λαιάδα, Πολυτιμ[ί]δας Λαιάδα. |