[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος Πάσωνος τοῦ Δάμωνος, μηνὸς Ἡρακλήου, βουλευόντων Ἁβρομάχου τοῦ Ξενα- |
γόρα, Μάρκου τοῦ Μάρκου. χειρόγραφον Σωσικλέους τοῦ Φιλλέα ὑπὲρ Σωφρόναν Στράτωνος πα- | |
ροῦσαν καὶ κελεύουσαν ὑπὲρ αὐτὰν γράψαι· ἐπὶ τοῖσδε ἀπέδοτο Σωφρόνα, συνευαρεστέοντος | |
καὶ τοῦ υἱοῦ αὐτᾶς Σωσάνδρου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον οἰκο- | |
5 | γενές, ᾧ ὄνομα Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς |
ἐπίστευσε Ὀνασίφορον τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
τὸν πάντα χρόνον, μηδενὶ μηδὲν ποθήκουσα κατὰ μηδένα τρόπον. βεβαιωτὴρ κατὰ τοὺς | |
νόμους Εὐκλείδας Αἰακίδα. εἰ δέ τις ἐφάπτοιτο Ὀνασιφόρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν- | |
τω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔ- | |
10 | στω συλέων Ὀνασίφορον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. |
παραμεινάτω δὲ Ὀνασίφορον Σωφρόνᾳ πάντα τὸν τοῦ ζῆν αὐτᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτασ- | |
σόμενον ἀνενκλήτως. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Σωφρόνα ἐπιτιμέουσα τρόπῳ ᾧ κα θέ- | |
λῃ. δότω δὲ Ὀνασίφορον Σωσάνδρῳ βρέφος. τίθεται τὴν ὠνὴν κατὰ τὸν νόμον, τὴν μὲν εἰς τὸ | |
ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξασα, τὴν δὲ ἑτέραν διὰ τοῦ γραμματέως Λυσιμάχου | |
15 | τοῦ Νικάνορος εἰς τὰ δημόσια τῆς πόλιος γράμματα. μάρτυρες. χειρόγραφον Εὐ- |
κλείδα τοῦ Αἰακίδα. γέγονα βεβαιωτὴς ἐπὶ τῆς προγεγραμμένης ὠνῆς κατασταθεὶς | |
ὑπὸ Σωφρόνας, συνευαρεστοῦντος καὶ τοῦ υἱοῦ αὐτᾶς Σωσάνδρου. | |
μάρτυρες οἱ αὐτοί, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου οἱ ἱερεῖς τοῦ | |
Ἀπόλλωνος, καὶ ἰδιῶται Πάσων Δάμωνος, Κλέανδρος Φίλωνος, Ξενάγο- | |
20 | ρας Ἁβρομάχου. |