[ ] Phokis — Delphi — 1-20 AD
1      [ἄρ]χοντος Διοδώρου <¹⁴τοῦ Φιλονείκου>¹⁴ τὸ δεύτ[ε]ρον, μηνὸς Θεοξενίου,
     β[ο]υλ[ευόν]των Διοδώρου τοῦ Φιλονείκου, Μένητος τοῦ Ξε-
     νοκρίτου, [Νει]κάνδρου τοῦ Καλλιστράτου, ἀπέδοτ[ο]
Λύκων Φαινέα τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, συνευαρεστεόντων καὶ τῶν υ<ἱ>ῶν Φαινέα καὶ Χαιρελάου,
5 σῶμα γυναικῆον οἰκογενές, ᾇ ὄνομα Εὐφροσύνα, τιμ[ᾶς] ἀργυρίου μνᾶ<ν> τριῶν, καὶ τὰν τιμὰν ἀ[π]έχει [πᾶ]-
σαν. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους τᾶς πόλιος [Χ]αιρέλαον Λύκων[ος, κα]θὼς
[ἐ]πίστευσε τῷ θεῷ τὰν ὠνὰν Εὐφροσύνα ἐφ’ ᾧτε ἐλευθέρα[ν εἶ]μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν
πάντα βίον καὶ μένουσαν ὅπ’ ἂν προαιρῆται καὶ πορευομέναν ὅπ[ο]υ ἂν θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Εὐφρ[ο]-
σύνας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτωσαν τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ.
10 ὡσομοίως δὲ κ[α]ὶ ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων Εὐφροσύναν ἐλευθέραν ἀζάμιος ὢν καὶ [ἀν]υπό<δικος>
πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖ[ς] τοῦ Ἀπόλλωνος Δ[ιό]δωρος Φιλ[ο]νίκου, Διο[ν]ύσιος Ἀστοξέ[νου],
*D[A/]MWN *POLEMA/RXOU, KAI\ I)DIW=TAI *)ARXI/AS, *)ANTIGE/NHS, *EU)/DWROS <1*)E>1P[I][2NI/]2KOU, *NIKA/N[WR] *LUSIMA/XOU.
Search Help
Contact Us