[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἀγαθᾷ τύχᾳ. |
ἄρχοντος Γαίου Ἰου- | |
[λ]ίου Σειδέκτα, μηνὸς | |
<Θ>εοξενίου, βουλευ- | |
5 | [όν]των δὲ Λαμένους |
[τ]οῦ Στρατάγου γόνῳ | |
[δ]ὲ Λαμένους, Φιλονεί- | |
[κ]ου τοῦ Διοδώρου, ἐπὶ τοῖσ- | |
[δ]ε ἀπέδοτο Παράμονος Ἡ%⁸¹ρά%⁸¹κωνος ἐπ’ ἐλευθερίᾳ τῷ Ἀπόλλωνι τῷ Πυθίῳ κοράσιον οἰκογενές, ᾇ ὄνομα | |
10 | [Σ]ωτηρίχα, τειμᾶς ἀργυρίου μνᾶν τρι%⁸¹ῶν, κ%⁸¹αὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρίχα τῷ θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧ- |
τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπ%⁸¹ὸ πάντων τὸν πάντα χρόνον, μηδενὶ μηδὲν προσήκουσαν κατὰ μηδένα τρόπον. καθέστα- | |
κα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς τᾶς πόλιος νόμους <Σ>ώταν Εὐκλείδου. παραχ<ω>ρησάτ<ω> δὲ Σωτηρίχα Παραμόνῳ παιδία δύο, ἓν ἐτῶν δύο, ἄλλο ἐνιαυτοῦ | |
ἢ τὴν τειμήν, ἃ{ν} ἂ<ν> {⁴ΑΝΑ}⁴ δόξῃ Παραμόνῳ. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ δόξῃ Παραμόνῳ. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ | |
[ὁ βε]βαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ἐπ’ ἐλευθερίαν Σωτηρίχαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. τίθεμαι τὴν ὠνὴν | |
15 | [κα]τὰ τοὺς νόμους, τὰν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀ%⁸¹πόλλωνος ἐνχαράξαντες, τὴν δὲ ἐν τὰ δημόσια τῆς πόλιος γράμματα διὰ τοῦ γραμματέως Θεοκλέ- |
[ος τ]οῦ Θεοκλέος. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλ<λ>ωνος Δάμων Πολεμάρχου, Διονύσιος Ἀστοξένου, | |
[Πολυ]τειμίδας Λαιάδα, vac. Κλέαν%⁸¹δρος Φίλωνος, Ἀντιγένης Ἀρχία. |