[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Νίκων[ος το]ῦ Νι[κα]ίου, μηνὸς Ἰλαίου, βουλευόντων Καλλιστράτου
τοῦ Καλλισ%⁸¹τρά[του καὶ] Πολυτιμίδα τοῦ Λαιάδα, ἐπὶ τοῖσδε ἀπέδοτο Ἰρανί-
ων Νικάνδρου τ[ῷ Ἀπόλλωνι τ]ῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ κοράσια δύο, οἷς ὀνόματα
Πελαγία καὶ Ῥοδόπ[η, τιμᾶς] ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, ἐφ’ ᾧ-
5 τε ἐλευθέρας εἶμεν κ[αὶ ἀνεφ]άπτους, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰν ὠνάν,
μηδενὶ μηδὲν πρ[οσηκού]σας κατὰ μηδένα τρόπον, συνευαρεστέοντος Ἰρανί-
ωνι Νικάνδρου τ[οῦ υἱοῦ αὐτ]οῦ. καθέστακα δὲ καὶ βεβαιωτῆρα ἐπὶ τῆς ὠνῆς Εὐ-
κλείδαν Αἰακίδα. [εἰ δέ τι]ς ἐφάπτοιτο Πελαγίας ἢ Ῥοδόπης ἐπὶ καταδουλισμῷ,
βέβαιον παρεχόντω [τῷ θεῷ τὰ]ν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ
10 καὶ ὁ παρατυχ[ὼν κύριος ἔστω συλ]έων εἰς ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας
δίκας καὶ ζαμί[ας. μάρτυρες οἵ] τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστοξένου,
Δάμων Πολεμάρχ[ου καὶ ἰδιῶται Νίκα]νδρος Νικάνδρου, Στράταγος Λαμένους, Καλλίστρα-
τος Καλλιστράτου, Μελσσίων Λαι]άδα, Νικάνωρ Λυσιμάχου. τίθεμαι τῆς ὠνῆς τὸ ἀν-
τίγραφον εἰς τὰ δημ[όσια γράμματα]. χειρόγραφον Εὐκλείδα τοῦ Αἰακίδα. γέγονα
15 βεβαιωτὴρ ἐπὶ τᾶς π[ρογεγραμμένας ὠ]νᾶς κατασταθεὶς ὑπὸ Ἰρανίωνος τοῦ Νικάν-
δρου. μάρτυρες ἐπὶ [πάντων οἱ αὐτοί].
                            τὸ ἀντίγραφον ὑπογε-
                            γράφαμε[ν ὑ]πὸ τὴν ὠ-
                            νήν. μάρτυρες Σώτηρο-
20                             ς Κτήσωνος, Κτήσων [Σω]τή-
                            ρου, Ἀντιγένης Ἀρχία.
Search Help
Contact Us