[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Νικάνορ[ος] τοῦ Λυσιμάχου, μηνὸ[ς] Βουκατίου, βουλευόντων
Λαμένους τοῦ Στρατάγου γόνῳ δὲ Λαμένους καὶ Λυσιμάχου τοῦ Νικάνο̣ρ̣ο̣-
ς, ἀπέδοτο Στρατονίκα Ὀρθαγόρα Αἰτωλά, συνευαρεστοῦντος τοῦ πατ-
ρὸς αὐτᾶς Ὀ̣ρθ̣[α]γόρα, ἐπ’ ἐλευθερίᾳ τῷ Ἀπόλλωνι τῷ Πυθίῳ κοράσιον, ᾧ ὄ[νο]-
5 μα Σωτηρίχα, καὶ ἄλλο κοράσιον, ᾧ ὄνομα Ἐπίκτησις. τό τε προγεγραμ%⁸¹μέ-
νον κοράσιον, ᾧ ὄνομα Σωτηρίχα, ἀπέδοτο τιμᾶς ἀργυρίου μν[ᾶν] τριῶν, καὶ τὰν
τιμὰν ἀπέχ<ε>ι πᾶσαν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Σωτηρίχαν καὶ ἀν[έφ]απτον ὑπὸ πάντ-
ων πά<ντα> τὸν χρόν<ον>, καθὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν μ[η]δενὶ μηδὲν προσήκουσ[αν]
κατὰ μηδένα τρόπον. καθέστακα δὲ καὶ [βεβ]αιωτῆρα Δαμο[φά]ν[η Ἐχ]εδάμου
10 Κυτη[ν]ιῆ. τὸ δὲ ἕτερον κοράσιον, τὸ λε[γό]μενον Ἐπί[κτησ]ιν ὡσομοίως
col. I-II.11 ἀπέδοτο τῷ θεῷ τιμᾶς ἀργυρίου
μνᾶν τριῶν. τὰν τιμὰν ἀπέχ<ε>ι vac. [π]ᾶσαν, ἐφ’ ᾧ[τ]ε [ἐ]λευθέραν
εἶμεν Ἐπίκτησιν καὶ ἀνέπ[αφ]%⁸¹ον ὑπὸ πάντων τὸν π[άντα]
χρόνον. παραμεινάτω δὲ Ἐπ[ί]%⁸¹κτησις Στρατονίκᾳ πάν-
15 τα τὸν τᾶς ζωᾶς χρόνο[ν], vac.  ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶ[ν]
col. I.16 [ἀ]νενκλήτω[ς ․․․․․․]ΥΟΥϹ[․․]
τῆς Στρατονίκης κα[․․․․]
καὶ ΕΝΠΡ[․]ΕΝΕΚΥΙ[․․]
ἐπίστευσε τῷ θε[ῷ τὰς]
20 ὠνάς, μηδενὶ μηδ[ὲν]
πρ[οση]κούσας κατ[ὰ]
μηδ[έ]να τρόπον. [κα]-
θ[έ]στακα δὲ καὶ βε[βαι]-
ωτῆρα τ[ᾶς Ἐ]πικτήσ[εως][νᾶς]
25 [Μίκ]κον [Κρ]ινολάου Ἐ[ριναῖον].
[ε]ἰ δ[έ] τις ἐφάπτοιτο
Σωτηρί[χ]ας ἢ Ἐπικτήσεως
ἐπὶ κατ[α]δουλισμῷ, βέβαιον
παρ[ε]χόντω τῷ θεῷ τὰς ὠν[ὰ]ς
30 ἅ τε ἀποδομένα καὶ οἱ βε[βαι]ω-
τῆρες Δαμο[φ]άνης Ἐχεδάμου
Κ[υτ]ενιεὺς καὶ Μίκκος Κρινολάου
Ἐριναῖος. ὡσαύτως δὲ καὶ ὁ π[α]-
ρα[τυ]χ[ὼ]ν κύριος ἔστω συλέων [Σωτη]-
35 ρίχαν καὶ Ἐπίκτη[σιν], ἀζάμιος [ὢν]
καὶ ἀνυπόδικος πάσ[α]ς δί-
κας καὶ ζαμίας.
col. II.38 εἰ δέ τι γεν[ν]α<θ>ῇ ἐν τ[ῷ]
τῆς παραμον[ῆς χ]ρόνῳ
40 ἐξ Ἐπικτήσεως, ἔστω ἐ-
λεύθερον, καθὼς ἐβουλ[όμ]-
ην, καὶ ἀνέπαφον ὁμοί-
ως. τίθ[εμ]αι τ[ῆ]ς ὠνῆς
τὸ ἀντίγραφο[ν] διὰ τοῦ
45 γραμματ[έως] τοῦ τῆς
[πό]λεως Μελ[ισ]σί[ω]νος
[τοῦ] Λαιάδα ἐ[ν] τὰ δ[η]-
[μ]όσια τῆς πόλεω[ς]
γράμματα. μαρτυρ-
50 ες οἱ ἱερεῖ[ς] τοῦ Πυθίου
Ἀπόλλωνος Διονύσι-
ος Ἀστοξένου, Δάμων
Πολεμάρχου, Λέων Ἐπιστε-
λίου [Κ]αλιπολίτης, Κλεώνυ-
55 μος Πράξωνος Ἀμ[φισ]-
σεύς, Δημήτριος [․․]ο-
[․]ίμου Ἀμφισ[σε]ύς.
Search Help