[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος Λυσιμάχου τοῦ Νεικάνορος, |
μηνὸς Εἰλαίου· χεὶρ Ἀκό[ν]του τοῦ Διοφάντου | |
ὑπὲρ Εὐφροσύνα<ν> Αἰακίδου καὶ Στράταγον | |
καὶ Εὐφ[ρ]όσυνον πα[ρ]όν[τας] καὶ κελεύον[τ]ας | |
5 | ὑπὲρ [α]ὐτοὺς γράψαι· βουλευόντων Καλλιστρ[ά]- |
του τοῦ Κλεοτείμου καὶ Λέωνος τοῦ Ἐπαγάθου, <¹⁴Εὐφροσύνα, συνευαρεστεόντων αὐτᾷ καὶ τῶν υἱῶν,>¹⁴ ἀπ[έ]- | |
δοντο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ | |
σῶμα, ᾇ ὄνομα Ἀγέλη, τειμᾶς ἀργυρίου μνᾶν τεσ[σά]- | |
ρων, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίστευ- | |
10 | σεν Ἀγέλη τῷ θεῷ <τὰν ὠνάν>, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφ[α]- |
πτος ἀπὸ πάντων τὸν ἅπαντα χρόνον, μηδενὶ μη- | |
δὲν ποθήκουσαν κατὰ μηδένα τρόπον. βεβαιωτ[ὴρ] | |
κατὰ τοὺς νόμους τᾶς πόλιος Σάτυρος Ζ<ω>ΐλ[ου]. | |
παραμεινάτω δὲ Ἀγέλη Εὐφροσύνᾳ πάντα τὸν [τᾶς] | |
15 | ζωᾶς αὐτᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτασσόμε- |
[ν]ον ἀν[εγ]κλήτως. εἰ δὲ μὴ ποιῇ μηδὲ πειθαρχῇ, | |
[ἐ]ξουσίαν ἐχέτω Εὐφροσύνα ἐπιτειμέουσα τρ[ό]- | |
[π]ῳ ᾧ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ἀγέλης ἐπὶ κα- | |
[τ]αδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν | |
20 | ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως |
δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καὶ ἀ- | |
φαιρείμενος Ἀγέλην εἰς ἐλευθερίαν, ἀζάμιος | |
ὢν καὶ ἀ[ν]υπόδικος πάσας δίκας καὶ ζαμίας. τί[θε]- | |
μαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰν μὲν ἐν τὸ ἱε- | |
25 | ρὸν τοῦ Ἀπόλλωνος ἐνχαράξαντες, τὰν δὲ ἐν |
τὰ δημόσια τᾶς πόλιος γράμματα. δότω δὲ | |
Ἀγέλη τοῖς τέκνοις μοῦ παιδίον. μάρ- | |
τυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Δάμων Πολε- | |
μάρχου, Διονύσιος Ἀστοξένου· Δάμων Πολε- | |
30 | μάρχου, Ἀστόξενος Διονυσίου, Δωρόθεος |
Κριτολάου, ․․․․․․․․ |