[ ] Phokis — Delphi — 138/7 BC
1 ἄρχοντος Τιμοκρίτ[ο]υ τοῦ Εὐκλείδα, [βο]υλευ-
όντων τὰν δευτέ[ρ]αν ἑξάμηνον Ἀριστίωνος
τοῦ Ἀναξανδρίδα, Πραόχου τοῦ Ἀρχελάου, Πάτρω-
νος τοῦ Ἰατάδα· ἐπεὶ Εὐάνγελ[ο]ς Πάτρωνος ἐπ[ελ]-
5 θὼν ἐπὶ τὰν ἐκ<κ>λησίαν διελέγη ὑπὲρ Κλεάρχου
[τ]οῦ Ξάνθου Ἀθηναίου, δ[ιότ]ι ἐκτ[ενὴς κ]αὶ εὔνους
ὑπάρχει ποτί τε τὸ ἱερὸν καὶ τὰμ πόλ[ι]ν τ[ῶν Δε]λ-
]ῶν καὶ π[ε]ρὶ πλείστου π[οιού]μενος τὰν ποτὶ τοὺ[ς]
[θ]εοὺς εὐσέβειαν, αὐτοσαυτὸν εὔχρηστον ἐν παν[τ]
10 καιρῶι παρασκευάζει καὶ κοινᾶι τᾶι πόλει καὶ κατ’ ἰδίαν
[τοῖ]ς ἐντυνχανόντοις τῶν πολιτᾶν ἐ[ν] ἃ κά τις αὐ-
τὸν παρακαλῇ, συμποτιγινόμενος μετὰ
πάσας προθυμίας ἐν οἷς κα τ[υγ]χάνωντι
χρείαν ἔχοντες, σπουδᾶς κα[ὶ φιλο]τιμίας
15 οὐθὲν ἐλλείπων· ἀγαθᾶι τύχαι, δεδόχθα[ι]
τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί․․ ․․
Search Help
Contact Us