[ ]
Phokis — Delphi — ca. 20 AD — SEG 34.398 — Mulliez — BCH 108.1984.360-364,2
1 | [ἄρχοντος] ἐ̣ν Ἐλατή̣[ᾳ Ξεν]οκράτους, μ̣[ηνὸς δωδε]- |
[κάτου, ἐν δὲ] Δελφοῖς ἄ[ρ]χοντος Ν̣εικ̣[ανδρου τοῦ] | |
[Καλλιστρά]του, μηνὸς <Σ>εβ{ο}αστοῦ {²⁶Σεβαστοῦ}²⁶, βουλ[ευόντων] | |
[Εὐκ]λ̣είδα τοῦ Αἰακίδα, Πολεμάρχου τ[οῦ Δάμω]- | |
5 | [νος], ἀπέδοτο Φίλων Φίλωνος Ἐλατ[εὺς τῷ Ἀπόλ]- |
[λω]νι τῷ Πυθίῳ σῶμα γυναικῆον ᾧ [ὄνομα Ὠ]- | |
[φ]ελίμα, καθὼς ἦν σύνφωνος πρὸς [τὸν πεπρα]- | |
κ̣ότα αὐτῷ Διόδωρον Ὀρέστα, συνευα̣[ρεστέον]- | |
τος καὶ αὐτοῦ Διοδώρου, ἐπ’ ἐλευθε[ρία̣, τι]- | |
10 | μᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τάν [τιμὰν] |
ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺ[ς νό]- | |
μους τᾶς πόλιος Εὐάγγελος Με[γάρτα], | |
καθὼς ἐπίστευσε Ὠφελίμα τῷ θε[ῷ τὰς] | |
ὠνάς, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀ[νέπα]- | |
15 | φον ἀπὸ πάντων τὸν πάντα χρόνον· [εἰ δέ] |
τις ἐφάπτοιτο Ὠ[φελί]μ̣ας ἐπὶ καταδ[ουλισ]- | |
μῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν [ὠνὰν] | |
ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμο[ίως] | |
δὲ καὶ ὁ παρατυχὼν {κυ} κύριος ἔστω συ̣[λέ]- | |
20 | ων ὡς ἐλευθέραν οὖσαν Ὠφελίμαν, ἀζ[άμι]- |
ος καὶ ἀνυπόδικος ὢν πάσας δίκας κα[ὶ ζα]- | |
μίας· μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλων̣ος [Δι]- | |
ονύσιος Ἀστοξένου, Δάμων Πολεμάρ- | |
χου καὶ ὁ νεωκόρος Εὔανδρος Μεγάρτα κ̣[αὶ] | |
25 | προστάται Ἀριστοκλέας Φιλονείκου, Ἄρχω[ν] |
Ἀντιγένους καὶ ἰδιῶται Ἁβρόμαχος Ξενα- | |
γόρα, Εὐκλείδας Σώτα, Σώτηρος Κτήσωνο[ς]· | |
Χιρόγραφον Εὐαγγέλου τοῦ Μεγάρτα· γέγονα βε̣- | |
βαιωτὴρ κατασταθεὶς ὑπὸ Φίλωνος ἐπὶ τᾶς προ- | |
30 | γεγραμμένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί· vacat |
χιρόγραφον Φίλωνος τοῦ Φίλωνος· Ἐλατέως· ἀπο- | |
τίθεμαι μίαν μὲν ὠνὴν εἰς τὰ δημόσια τῆς Δελφῶν | |
πόλεως γράμματα κατὰ τὸν τῆς πόλεως νόμον διὰ το[ῦ] | |
γραμματέως Λυσιμάχου, ἑτέραν δὲ εἰς Ἡρακλείδαν | |
35 | Προθύμου· μάρτυρες οἱ αὐτοί. |