[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Πύρρου τοῦ Δ[ρο]μοκλείδα, μηνὸς [Ἀπελλ]αίου, βουλευ[όντων]
Βαβύλου, Φίλωνος, Πολ[υ]τιμίδα, ἀπέδοτο Καλλὶς Ξανθίππου, συ[νευδο]-
κέοντος καὶ τοῦ ἀνδρὸς Ἀβαίστα, τῷ Ἀπόλλωνι τῶι Πυθίωι σῶ[μα γυ]-
ναικεῖον ἇι ὄνομα Σω[σ]ικράτεια τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τ[ὰν τιμὰν]
5 ἔχει πᾶσαν καθὼς ἐπίστε[υ]σε Σωσικράτεια τὰν ὠνὰν τῶι θεῶι ἐφ’ ὧι τε [ἐλευ]-
θέραν εἶμεν καὶ ἀνέφαπ[το]ν ἀπὸ πάντων τὸν πάντα βίον· βεβαιωτὴρ κα[τὰ τοὺς]
νόμους Ἀμύντας· εἰ δέ τι[ς ἐφ]άπτοιτο Σωσικρατείας ἐπὶ καταδουλισμῶι, β[έβαιον]
παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτὴρ βεβαιούτω· ὁ[μοίως]
δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωσικράτειαν ὡς ἐλευθέραν ἀνυ[πό]-
10 [δι]κος ὢν καὶ ἀζάμιος πάσας δίκας καὶ ζαμίας· μά̣ρτυροι Διονύσιος Ἀστοξέ[νου],
[— — — — — Πά]σων, Ἀπολλόδωρος.
Search Help
Contact Us