[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Πύρρου τοῦ Δ[ρο]μοκλείδα, μηνὸς [Ἀπελλ]αίου, βουλευ[όντων] |
Βαβύλου, Φίλωνος, Πολ[υ]τιμίδα, ἀπέδοτο Καλλὶς Ξανθίππου, συ[νευδο]- | |
κέοντος καὶ τοῦ ἀνδρὸς Ἀβαίστα, τῷ Ἀπόλλωνι τῶι Πυθίωι σῶ[μα γυ]- | |
ναικεῖον ἇι ὄνομα Σω[σ]ικράτεια τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τ[ὰν τιμὰν] | |
5 | ἔχει πᾶσαν καθὼς ἐπίστε[υ]σε Σωσικράτεια τὰν ὠνὰν τῶι θεῶι ἐφ’ ὧι τε [ἐλευ]- |
θέραν εἶμεν καὶ ἀνέφαπ[το]ν ἀπὸ πάντων τὸν πάντα βίον· βεβαιωτὴρ κα[τὰ τοὺς] | |
νόμους Ἀμύντας· εἰ δέ τι[ς ἐφ]άπτοιτο Σωσικρατείας ἐπὶ καταδουλισμῶι, β[έβαιον] | |
παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτὴρ βεβαιούτω· ὁ[μοίως] | |
δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωσικράτειαν ὡς ἐλευθέραν ἀνυ[πό]- | |
10 | [δι]κος ὢν καὶ ἀζάμιος πάσας δίκας καὶ ζαμίας· μά̣ρτυροι Διονύσιος Ἀστοξέ[νου], |
[— — — — — Πά]σων, Ἀπολλόδωρος. |