[ ]
Phokis — Delphi — undated
A.1 | [ἄρχον]τος Καλλία, μηνὸς Ἐ[νδ]υσποιτροπίου, βουλευόντων Ἐμμενίδα, Πάτρω[νος — — — — —]νος, Δάμωνος, ἐπὶ |
[τοῖσδ]ε ἀπέδοτο Νίκαρχος Ἐράτωνος, συνδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Ἐράτω[νος, τ]ῷ Ἀπόλ[λωνι τῷ] Πυθίῳ | |
[σῶμ]α γυναικεῖον οἰκογενὲς ᾇ ὄνομα Ζωΐλα τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν ἀπέχοντι πᾶ[σαν καθὼς] | |
[ἐπίσ]τευσε Ζωΐλα τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧ τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ [πάντων τὸν] πάντα [χρόνον]· | |
5 | [βεβαιωτὴρ] κατὰ τοὺς νόμους τᾶς πόλιος Κλέων Ἐράτωνος· εἰ δέ τις ἐφάπτοιτο Ζωΐλας ἐπὶ καταδουλισμῷ, βέβαιον |
[παρεχέτω τὰν ὠν]ὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ βεβαιούτω· ὁμοίως δὲ καὶ ὁ πα[ρατυχὼν κύριος ἔστω συλέων Ζωΐλαν] | |
[ἀζάμιος ὢν καὶ ἀνυπόδ]ικο[ς πά]σας δίκας καὶ [ζαμίας. — — — — — — — — — — —] | |
B.1 | ἄρχοντος Λαιάδα τοῦ Βαβύλου, μηνὸς Ἰλαίου, βουλευόντων Ἀρχία, Διονυσίου, Νικοστράτου, Θεοχάριος· ἐπὶ το[ῖσδε ἀπέδοτο] Ἀγώ, συνευαρεστέ- |
οντος καὶ τοῦ υἱοῦ αὐτᾶς Πολύωνος, [τ]ῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικεῖον ᾇ ὄνομα Ῥοδῶπις τιμᾶς ἀ̣[ργυρίου μνᾶν — — —] καὶ τὰν τιμὰν ἔχει | |
πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Καλλίδαμος Σωσιξένου· παραμινάτω δὲ Ῥοδῶπις Ἀγ[οῖ ποιέουσα πᾶν τὸ ἐπιτασ]σόμενον ἀνεν- | |
[κλήτως· εἰ δὲ μὴ παρα]μένοι ἢ μὴ ποιῇ τὸ ἐπιτασσόμενον Ῥοδῶπις, ἐξουσίαν ἐχέτω Ἀγὼ ἐπιτιμέουσ[α καὶ ψοφέουσα καὶ διδέο]υσα τρόπῳ ᾧ κα θέλῃ | |
5 | [— — — — εἰ δέ τι ἀνθρώπινον] γένηται περὶ Ἀγώ, ἐλευθέρα ἔστω Ῥοδῶπις καὶ ποιείτω ὅ κα̣ θέλῃ· εἰ δέ τ[ις ἐφάπτοιτο Ῥοδώπιδος ἐπὶ κα]ταδουλισμῷ |
[κύριος ἔστω συλέων Ῥοδῶπιν ὁ πα]ρατυχὼν ὡς ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀν[υπό]δικος πάσας δίκ[ας καὶ ζαμίας καὶ] ὁ βεβαιωτὴρ | |
[βέβαιον παρεχέτω τὰν ὠνὰν] τῷ θεῷ· μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος [τοῦ Πυθί]ου Αἰακίδας Β[αβύλου, Βάβυλος Λαιάδα καὶ ἰδιῶτ]αι Σάτυρος |