[ ] Phokis — Delphi — ca. 100 BC
A.1 [ἄρχ]οντος [ρα]κλείδα το̣ῦ̣ Ε̣ὐκλείδα, μηνὸς [— — — — — —, βουλευόντων Φιλονίκου, Ἀθανίων]ος, Στράτωνος, Ἐμμε-
νίδα, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐάγγελος Μεγάρτα, [συνευδοκέοντος καὶ τοῦ υἱοῦ Μεγάρ]τα, τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώσιππος, [τιμᾶς ἀργυρίου μνᾶν — — — —], καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Σώσιππος τῶι θεῶι τὰν [ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα]πτος [ἀ]πὸ πάντων τὸν πάν-
5 τα βίον· βεβαιωτὴρ Λαιάδας Ἄ̣γ̣ωνος· εἰ δέ [τις ἐφάπτοιτο Σωσίππου ἐπὶ καταδουλ]ισμῶι, βέβαιον παρεχόντω
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε[βαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κ]ύριος ἔστω συλέων ἀζάμι-
ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας· [μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλ]ωνος Αἰακίδας, Ξενοκράτης, καὶ ἰδι-
ῶται Καλλίδαμος, Πύρρος, Σώτας.
B.1 θεός· τύχαν ἀγαθάν·
ἄρχοντος Πύρρου, μηνὸς Ποιτροπίου, βουλευόντων Πάσωνος, Κλέωνος, Ἀμύντα, Πάτρωνος, ἀπέδοτο Εὐάγγελος Μεγάρτα σῶμα γυναικεῖ[ον]
ᾇ ὄνομα Μουσίς, τὸ γένος Βοιωτά, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν ἔχει πᾶσαν καθὼς ἐπίσ<τευσ>ε Μουσὶς τῶι θεῶι τὰν ὠνὰν
ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων· βεβαιωτὴρ Ξενόκριτος Μένητος· εἰ δέ τις ἐφάπτοιτο Μουσίδος ἐπὶ καταδου-
5 λισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Μουσίδα ἀζάμιος ὢ[ν]
[κ]αὶ ἀνυπόδικο[ς] πάσας δίκας καὶ ζαμίας· μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας, Ἐμμενίδας, ἰδιῶται Σάτυρος, Νικόβουλος, Εὐκλείδας.
C.1 ἄρχοντος Ἡρακλείδα, μηνὸς Ἀπελλαίου, βουλευόντων Φιλονίκου, Ἀθανίωνος,
Στράτωνος, Ἐμμενίδα, vac. ἐπὶ τοῖσδε ἀπέδοτο Νικαρέτα Νικοβούλου, συνευ-
δοκέοντος καὶ τοῦ υἱ%⁸¹οῦ αὐ{τα}τᾶς {²⁶αὐτᾶς}²⁶ Ζωπύρου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Σ%⁸¹μύρνα, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν
5 τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον· βεβαιωτὴρ Ἱπποκράτης· εἰ δέ τις ἐ-
φάπτοιτο Σμύρνας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε
ἀποδομένα καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ἐλευθέ-
ραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πά̣σας δίκας καὶ ζαμίας· μάρτυροι Ταραντῖνος, Σάτυ-
10 ρος, Σώτας, Σώτηρος.
Search Help
Contact Us