[ ] Phokis — Delphi — 142/1-141/0 BC
1                                  [θεός]· τύχαν·
[ἐπεὶ Ξενέας] Βαβύλου, Εὐάγγελος Πάτρωνος, Δεξώνδας Δάμωνος οἱ ἐξαποστα-
λέντες πρεσβευταὶ ὑπὸ τᾶς πόλιος ἐν Ὑπά̣ταν περὶ ὧν χρείαν εἴχομες, παραγε-
νόμενοι καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν διελέγησαν ὑπὲρ Εὐξέ̣νου τοῦ Κλέ-
5 ωνος Ὑπαταίου διότι εὔχρηστον αὐτοσαυτὸν παρασκευάζει καὶ ἐκτενῆ πε-
ρὶ [τοὺς ἐντυγχάνοντας αὐτῶι τῶν πολιτᾶν] καὶ εὔνου̣ς ὢν ὑπάρχει τᾶι πόλει·
[ἐπὶ τούτοις]· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψά-
φοις ταῖς ἐννόμοις· ἐπαινέσαι Εὔξενον Κλέωνος Ὑπαταῖον ἐπὶ τᾶι προαιρέσει
ἇι ἔχων διατέλει ποτὶ τὰν πόλιν ἁμῶν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ
10 τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶ-
σι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
[εὐεργέταις τᾶς πόλιος ὑπάρχ]ε[ι· ἄρχοντος Κλεοδά]μου, βουλευόντων τὰν δευτ[έ]-
[ραν ἑξάμηνον Μνασιθέου τοῦ Διοδώρου], Ἁγίωνος τοῦ Πολυκλείτου, γραμματεύ-
[οντος δὲ βουλᾶς Κλεοδάμου τοῦ Μαντία].
Search Help
Contact Us