[ ] Phokis — Delphi — 269/8 BC? — SIG(3) 482; SGDI 2518
1 ἐπὶ Ἀθάμβου ἄρχοντος, βου[λευόντω]ν Ἀρισταγόρα, Δάμωνος, Πλείστωνος, Κλε[ο]-
ξένου, Νικοδάμου· ἔδοξε τᾶι [πόλει τῶν Δε]λφῶν ἐν ἀγορᾶι τελείωι· ἐπειδὴ τοὶ ἱερο-
μνάμονες, εὐεργέται ἐγένο[ντο τοῦ τε ἱε]ροῦ καὶ τᾶς πόλιος, τὰ νόμιμα καὶ τὰ δί-
καια πράσσοντες, δεδόσθα[ι αὐτοῖς κα]ὶ ἐκγόνοις προξενίαν, προμαντείαν,
5 ἀσυλίαν, ἐπιτιμὰν καθάπερ Δ[ελφοῖς, π]ροεδρίαν ἐν πάντεσσι τοῖς ἀγώνεσσι οὓς
ἁ πόλις ἄγει καὶ τἆλλα πάντ[α ὅσ]α καὶ τοῖς ἄλλοις εὐεργέταις καὶ προξένοις·
ἦν δὲ ἱερομνάμονες τοίδε· Α[ἰτ]ω]ῶν Σάτυρος, Κυδρίων, Ματτυξ[ί]δας, Στρατόλα-
ος, Κόνων, Ἀντίμαχος· Φωκέ[ων] Λάμπρων, Πολύξενος· Βοιωτῶν Πολύκριτος, Διδύ-
μων· Μαλιέων Λακράτης [Λα]μιεύς· Λοκρῶν Ἐπικναμιδίων Μυανεύς· Ἀθ[η]ναί-
10 ων Ἱερώνυμος· Δωριέων τῶν ἐκ Πελοποννάσου Λύανδρος Αἰγινάτας.
Search Help
Contact Us