[ ]
Phokis — Delphi — undated
| 1 | θεός· τύχα ἀγαθά· ἁ πόλις τῶν Δελφῶν ἀνε̣νέωσε τὰν |
| προξενίαν καὶ τὰν θεαροδοκίαν τὰν πάτριον | |
| Λυσῆνι Εὐάκευς, Λυσῆνι Χλεμύτα, Χλεμύται Ἀ̣[λ]υ̣πήτου | |
| Κορκυραίοις, καὶ ἔδωκαν αὐτοῖς καὶ ἐκγόνοι[ς] προξενίαν, | |
| 5 | προμαντείαν, προεδρίαν, ἀτέλειαν πάντων, προδικίαν |
| ποτὶ Δελφοὺς καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| καὶ θεαροδόκοις· ἄρχοντος Ἴσωνος, βουλευόντων | |
| Δαμοχάρεος, Δαμοτίμου, Ἀστυκράτεος, Δαμέα, Ἀδειμάντου. |