[ ] Phokis — Delphi — 225-200 BC
1 ΑΡΛ․․․Γ․․․[— — — — — Ἱσ]τιαι[έων Ἀνδ]ροσθένους, Κο[ρι]νθίων Ἁγ[ύ]λλου· γραμμ[ατεύοντος — —nomen— —· ἐπειδὴ Γλαυκίας]
ὑπογραμ[ματεύω]ν χρόνον πολὺν τῶι κοινῶι σ[υνεδ]ρίωι τῶν Ἀμφικτυό[νων διατελεῖ χρείας παρεχόμενος]
τοῖς τε ἱε[ρομνήμ]οσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀμι̣[σθί, ἔδοξε τοῖς ἱερομνήμοσιν]
καὶ τοῖς ἀγορατροῖς, Πυθίοις, ἐπαινέσαι τε Γλαυκίαν Ἀσωποδώρου Ἀχαιὸν καὶ στε[φανῶσαι αὐτὸν δάφνης στεφάνωι τῆς]
5 παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις ἀσφάλειαν, ἀσυλίαν, ἀτέλε[ιαν πάντων, ἐπιτιμὰν καθάπερ Δελφοῖς, τὸν δὲ γραμματέα]
τῶν ἱερομνημόνων ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνημόσι καὶ τοῖς ἀγορατρο[ῖς].
Search Help
Contact Us