[ ]
Phokis — Delphi — 225-200 BC
| 1 | ΑΡΛ․․․Γ․․․[— — — — — Ἱσ]τιαι[έων Ἀνδ]ροσθένους, Κο[ρι]νθίων Ἁγ[ύ]λλου· γραμμ[ατεύοντος — —nomen— —· ἐπειδὴ Γλαυκίας] |
| ὑπογραμ[ματεύω]ν χρόνον πολὺν τῶι κοινῶι σ[υνεδ]ρίωι τῶν Ἀμφικτυό[νων διατελεῖ χρείας παρεχόμενος] | |
| τοῖς τε ἱε[ρομνήμ]οσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀμι̣[σθί, ἔδοξε τοῖς ἱερομνήμοσιν] | |
| καὶ τοῖς ἀγορατροῖς, Πυθίοις, ἐπαινέσαι τε Γλαυκίαν Ἀσωποδώρου Ἀχαιὸν καὶ στε[φανῶσαι αὐτὸν δάφνης στεφάνωι τῆς] | |
| 5 | παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις ἀσφάλειαν, ἀσυλίαν, ἀτέλε[ιαν πάντων, ἐπιτιμὰν καθάπερ Δελφοῖς, τὸν δὲ γραμματέα] |
| τῶν ἱερομνημόνων ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνημόσι καὶ τοῖς ἀγορατρο[ῖς]. |