[ ] Phokis — Delphi — 262/1 BC?
1                                 θεοί·
ἐπὶ ἄρχοντος ἐν Δελφοῖς Πλείστωνος, ἱερομνημονούντων Αἰ-
τ̣ωλῶν· Μενέστα, Μάχωνος, Πετρα̣[ίου, Νικ]ο̣λάου, Νικάνορος,
[․․]α̣τίνου, Βοιωτῶν· Εὐώνδα, Ποίμε̣[νος?, Ἀθηναίων· Εὐθυδίκου, Ἱστι]-
5 [αιέων· Ἀντι]φῶντος, Δελφῶν· Ἀ#⁷[— — — — — — — — — — — — — — — — — —]
5a — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
6 [— — — ὅτι ὁ βασιλεὺς θυσίαν ποιεῖ καὶ ἀγῶνα τίθησι τῶι]
πατρὶ αὐτοῦ κ[αὶ παρεκάλεσαν ὅπως μετέχωσι καὶ ο]ἱ Ἀ[μφι]-
κτύονες τῆς [τε θυσίας καὶ τοῦ ἀγῶνος ὃν τίθη]σιν ὁ βασιλε[ὺς]
Πτολεμαῖος τῶ[ι πατρὶ ἐν Ἀλεξανδρείαι], καὶ ἀποδέχωνται
10 [α]ὐτὸν ἰσολύμπ[ιον· ἀγαθῆι τύχηι· δε]δόχθαι τοῖς Ἀμφικτύοσιν·
τῆς τε θυσίας [μετέχειν τῶι βασ]ιλεῖ Πτολεμαίωι τοὺς Ἀμφ[ι]-
[κ]τ̣ύ̣ο̣[νας, καὶ τὸν ἀγῶνα ἀπο]δ̣έχεσθαι ἰσολύμπιον, καθάπερ
[ὁ βασιλεὺς ἐπέσταλκεν, ὁμοίως] δὲ κα̣ὶ τοὺς ἄλλους ἅπαντας ὅσοι
[κοινωνοῦσι τοῦ ἱεροῦ τ]οῦ θεοῦ [κ]ατὰ τ̣ὰ δεδοχμένα τοῖς [Ἀμ]-
15 [φικτύοσι· διδόναι δὲ τὰ ἴσ]α̣ ἆθλα καὶ τὰς τιμὰς ἑκάστους τοῖ[ς]
[νικῶσι τὸν ἀγῶνα τοῦτον, ὅσ]απερ καὶ τοῖς τὰ Ὀλύμπια νενικ[η]-
[κόσι δέδοται· ἑλέσθαι δὲ καὶ θ]εωροὺς ἐξ αὑτῶν τοὺς Ἀμφικτύο̣-
[νας καὶ ἀποστεῖλαι πρὸς Πτο]λεμαῖον ὅταν ποιῆι τὴν θυσίαν καὶ
[τιθῆι τὸν ἀγῶνα τῶν Πτολεμ]α̣ιέων· ἀνε[νεγ]κεῖ[ν δ]ὲ τὸ δόγμα τό-
20 [δε τοὺς ἱερομνήμονας εἰς τὰς πόλεις — — — — — — — — — — — — — — —]
Search Help
Contact Us