[ ] Phokis — Delphi — ca. 145 BC — IG 9,2.add; SEG 26.618
1 [․․․․]είλο[υ], Ζώϊλος Τιμασιθέου, Ἀ[φ]θόνητος Ἁγήτορος καὶ τῶ[μ πολιτᾶν]
[․․․․ Τιμ?]ασιθέου, Μνασίθεος Ἰσχομάχου, Φιλόμβροτος Αἴθωνος, Σιμά[δας ․․․]
[․․․․] Δεινία, Φιλόμβροτος Δεινομάχου, Νικομένης Ἐπαρμόστου, Ἐ[․․․․․․․․․]
[․․․․ Τι]μασίθεος Βίωνος, Φίλιππος Λυσιμάχου, Τιμοκράτης Κατασ[․․․․․]
5 [․․․․]εριναιος Ἀντιγόνου, Θεόμναστος Παρμενίωνος, Κρατησίμαχο[ς ․․․․]
[․․․․․]νικος Ἁρμοξένου, Ἄσανδρος Λυσικλέα, Καλλίστρατος Ἀψεύδων[ος ․․․]
[․․․․]ν καὶ οἱ ἀποταγέντες Δαμάρετος Ἀριστοβούλου, καὶ οἱ ταγοὶ Δα[․․․]
[․․․․ Δ]αμοτίωνος, Ξενόφιλος Βίωνος, καὶ τῶμ πολιτᾶν Μελάνθιος Ὅπλωνος, Ε[․․․․]
[․․․․]ανδρου, Σωσιγένης Δαμαρέτου, Κύναγος Δαμοτίωνος, Βίων Δαμοτίωνος, [․․․․․]
10 [․․․․] Δαμοτίωνος, Φιλόμηλος Δαμοτίωνος, ἑκόντες αὐτοὶ ποθ’ ἑαυτοὺς ὥστε π̣[ερὶ τᾶς]
[ἀμφιλ]εγομένας χώρας αὐταῖς πόθ’ ἑαυτὰς ταῖς πόλεσι κριθῆμεν ἐν διαιτῷ Μ[άκωνι Ὀμ]-
[φαλίω]νος Λαρισαίωι καὶ τὰ κριθέντα ὑπὸ τούτου κύρια εἶμεν· κριθῆμεν δ’ ἐμ μ̣[ηνὶ]
[ἐνάτω]ι, ὡς Θεσσαλοὶ ἄγοντι Θύωι, στρ[α]τ[η]γοῦντος τοῦ αὐτοῦ· τὰν δὲ συν[θήκαν]
[κατὰ] τὰν ἀποδοθεῖσαν κρίσιν ὑπὸ Μ[άκ]ωνος ἀναγραφεῖσαν ἐγ κίονας δύο, ἀ[ναθέ]-
15 [μεν τὰμ] μὲν μίαν ἐν Δελφοῖς, τὰν δὲ [ἄλ]λαν ἐν Λαρίσαι ἐν τῷ ἱερῷ τοῦ Ἀπόλ[λωνος]
[τοῦ Κερδ]ώιου ἐν τῷ καταλειπομέν[ῳ] χρόνῳ τοῦ ἐνιαυτοῦ· τὰς δὲ γινομέν[ας δαπά]-
[νας εἰς τα]ῦτα δόμεν ἑκατέραν τὰ[ν π]όλιν κατὰ τὸ ἥμισυ· ὁπότεροι δέ κα μὴ [ἀποδέχων]-
[ται τὰν] κρίσιν ἢ τοῖς κριθέντοις [ὑπ]ὸ Μάκωνος μὴ ἐμμείνωντι, ἀποτεισάτω[σαν τᾶι]
[τε ἑτέραι π]όλει ἀργυρίου τάλαντα πέντε, καὶ χωρὶς τὰ κριθέντα ὑπὸ Μάκ[ωνος]
20 [— — — — — — — — — —] ταῦτα ἀναγράψαντες εἰς κίονας δύο ἀναθέτωσαν ἑκ[άτεραι]
[αἱ πόλεις τὰμ μὲ]ν ἐν Θήβαις ἐν τῷ ἱερῷ τᾶς Ἀθανᾶς τᾶς Πολιάδος, τὰν [δὲ ἐν Ἅλωι]
[τᾶι Ἀχα]ικᾶι ἐ[ν τῶι ἱερῶ]ι τᾶς Ἀρτέμιδος τᾶς Παναχαίας· Ξενοδόκοι Κεφαλ[ίων ․․․]
[․․․․․ Μ]ελινν[αι․․․․․․․․․․]ς, Νικ[ό]βουλος Περδίκκα, Πολυσάων Πολίτα, Μ[ελιταιεῖς].
[στρατ]αγέοντος Δι[οτίμου τοῦ Ἑρ]μία Λαρισαίου, μηνὸς ἐμβολίμου εἰκάδι, σ[— — —]
25 [διαιτητ]ὴς ὑπό τε τῆ[ς Θηβαίων π]ό̣λ̣εως καὶ ὑπὸ τῆς Ἁλέων, Μάκων Ὀμφαλ[ίωνος Λαρι]-
αῖος] περὶ τῆς χώρας ἧς [ἀμφελέγοντ]ο πρὸς αὑτοὺς οἵ τε Θηβαῖοι καὶ Ἁλεῖς, [περιοδεύσας]
[πᾶσαν τὴν χ]ώραν μετὰ τῶν ἀ[πεσταλμ]ένων ὑφ’ ἑκατέρας τῆς πόλεως κ[αὶ διακού]-
[σας τοῦ ὑπ’] ἀμφοτέρων ῥηθέν[τος μαρτυρ]ίου ᾧ ἔκρινεν, ἑκατέρων εὐδοκε̣[όντων]
[περὶ τᾶς] μὲν ἱερᾶς χώρας ἀ[— — — — — — —]ι̣οις προσοροῦσιν Λιγυναίοις̣· [ὅρια δ’ εἶναι ὡς]
30 [— — — —] ἀνέχουσιν ἐπὶ τ[— — — — — — — — — —] παρὰ τὴν ὁδὸν τὴν ἀκρ[— — — — — — — — — — — — — —]
— — — — — — — — —ων κατω[— — — — — — — — ὥσπερ οἱ τέρ]μ̣ονες [ἔχ]ουσιν ἐ[πι — — — — — — — — — —]
— — — — — —δρωι Α— — — — — — — — — — —  — — — — —  — — — — — — — — — — — —]
— — — — — — — — — — —οντο[— — — — — — — — — — — — — — — — — —]ο τούτ̣ου ἐπὶ[— — — — — — — — — — — — — — —]
— — — — — — — — — — —μ[— — — — — — — — — — — — — — — — — — —]ων κεῖται καὶ ἀπο̣[— — — — — — — — — — —]
35 — — — — — — — — — — —θ[— — — — — — — — — — — — — — — — — — —]ας καὶ ταύτην τὴν [— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — τῆ]ς χώρας ὑπάρχει ὅριο[ν — — — — — — —]
— — — — — — — — — — —ο[— — — — — — — — — — ὥσπερ οἱ τέρμ]ονες οἱ πρῶτοι καὶ ἀπὸ το[ῦ]
— — — — — — — — — — —ε[— — — — — — — — — — — — στ]ρεφον δι’ ἀνταίαν ἕως τῆς ὁ[δοῦ — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — κ]αὶ ἀπὸ τῶν τερμόνων τῶι ορ[— — — — — — — — —]
40 [— — — — — — — — — — — — — — — — — — — — — — θάλ]α̣σσαν· ἐξεῖναι δὲ ἑκατέροι̣[ς — — — — — — — — — — —]
[— — — — — — — — — — — —]ραν καὶ ει[— — — — — — — — — — μι]σ̣θοῦ αὐτοῖς, ἑτέροις δὲ ἐγδιδ[όναι καὶ]
[οὐ κατ’] ἰδίαν ἀλλὰ κοινῆι [— — — — — — — — — — — — — — π]ωλεῖν ἐν ᾧ καιρῷ τάξω[σιν αὐταὶ]
[καὶ] ἀπὸ τῶν προσόδων σ[υντελεῖν τ]ὰς θυσίας τοῖς θεοῖς, ἐάν τε κο[ινῆι ἔχωσιν]
[ἀμφότ]εραι αἱ πόλεις, ἐάν τε διελόμενοι [τὰ π]ροσόδια καθ’ ἱδίαν ἑκάτερ[οι ἔχωσι, τὰς δὲ]
45 [— — —] τὰς ἐκ τούτων κειμένας ὑφ’ ἑκατέρων ν[έ]μεν [ἐξ]εῖναι· τὸ δὲ κρῖμα τ[οῦτο ἑκάτε]-
[ροι] ἀναγραψάτωσαν εἰς κίονας λιθίνας τέσσαρας καὶ ἀ[να]θέτ̣ωσαν μ[ίαν μὲν ἐν]
[Δελφ]οῖς, μίαν δὲ ἐν Λαρίσηι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Κερδώιου, μ[ίαν δὲ ἐν Θή]-
[βαις ἐν] τῶι ἱερῶι τῆς Ἀθανᾶς τῆς Πολίαδος, μίαν δὲ ἐν Ἁλῶι ἐν τῶι ἱε̣[ρῶι τῆς Ἀρτέ]-
[μιδο]ς τῆς Παναχαίας καὶ τοῦτο ποιησάτωσαν ἐν τῶι ἔτει τῶι μ[ετὰ στρατη]-
50 [γὸν Διό]τιμον· τὸ δὲ ἀνάλωμα εἰς ταῦτα δότωσαν ἑκάτεραι αἱ π[όλεις].
                    vacat 0.28m
Search Help
Contact Us