[ ] Phokis — Delphi — ca. 250 BC?
1 [ἀρχόν]τ̣ων Ξένωνος Πολυσαωνείου, Κυνίσκου
[— — — —]οκείου, Ἀγάνορος Νικοβουλείου· ἀγαθῆι
[τύχηι· τ]άδε ἔκριναν οἱ δικασταὶ ἐκ Κασσαν-
[δρείας] Πραξικλῆς Κλέωνος, Θεόδωρος Ἀριστο-
5 [— — — —] Ζ̣αλίας Σατύρου, Ἀρχέστρατος Παρμενίσ-
[κου, Τι]μάνθης Πολυζήλου, ὑπὲρ τῆς χώρας ἧς
[ἀμφέ]λεγον πρὸς ἀλλήλους Μελιταιεῖς καὶ Χαλαῖ-
[οι πρὸς] Πευματίους· ἐκρίναμεν εἶναι τὴν χώ-
[ραν Μ]ελιταιέων καὶ Χαλαίων ἣν περιήγαγον
10 [ἡμᾶς] Μελιταιεῖς καὶ Χαλαῖοι· ἀπὸ Γραίας Αὐλᾶς
[ἐπὶ τὸ]ν Κυρσιλίδα τόπον, ἀπὸ τοῦ Κυρσιλίδα ἐπὶ τὸ
[πρόσ]θεν καὶ ἐπὶ τὸ ὅριον καὶ ἀπὸ τοῦ ὁρίου ἐπὶ τὸ Βορ-
[ρᾶ ἱερ]ὸν, καὶ ἀπὸ τοῦ ἱεροῦ ἐπὶ τὸ Μακύριον καὶ ἀπὸ
[τοῦ Μ]ακυρίου ἐπὶ τὰ Δικόρυφα καὶ ἀπὸ τῶν Δικο-
15 [ρύφων] ἐπὶ τὸ Μεσοράκτιον καὶ ἀπὸ τοῦ Μεσορακτί-
[ου ἐπ]ὶ τὸν Σπονδὸν vac.· περὶ δὲ τῆς χώρας ἧς ἔκρι-
[ναν οἱ] Μελιταιεῖς πρὸς Πευματίους ὑπὲρ Πηρέ-
[ων κα]Φυλλαδονίων· ἐκρίναμεν εἶναι τὴν χώραν
[Πηρέ]ων καὶ Φυλλαδονίων ἣν περιήγαγον ἡμᾶς Με-
20 [λιτα]ιεῖς καὶ Πηρεῖς· ἀπὸ τῆς καλουμένης Γραίας
[Αὐλ]ῆς εἰς τὴν Νάπην καὶ ἀπὸ τῆς Νάπης εἰς τὴν
․․․․ι̣νθειαν ἐπὶ τὸ ἄκρον, ἀπὸ δὲ τοῦ ἄκρου ὡς ὕ-
[δωρ] ρ̣εῖ εἰς τὸν Κρουσίζοντα, ἀπὸ δὲ τοῦ Κρουσίζον-
[τος εἰ]ς τὸν Κερκινεῖα καὶ ἐκ τοῦ Κερκινεῖος ἐπὶ
25 [τοὺς σ]πόλους τοὺς ὁμολόγους εἰς τὴν ὁδὸν τὴν
[δημοσί]αν καὶ ἐκ τῆς ὁδοῦ εἰς τὸν βουλεῖα, καὶ ἐκ
[τοῦ βου]λεῖος εἰς τὸν Ἐλιπεῖα καὶ ἀπὸ τῆς Χαρά-
[δρας] καὶ τοῦ Ἐλιπεῖος εἰς τὰ συμβάλλοντα
[ἐπὶ τ]ὸ ἄκρον ὥσπερ οἱ σπόλοι ἔχουσιν εἰς τὸ Χυ-
30 [τρῖν]ον· μάρτυροι· Θηβαίων· Ἀρίστιππος Ἱππο-
[δάμ]αντος, Μνασίθεος Φιλομήλου, Μνασιγέ-
[νης Φ]ιλοκράτου, Λέων Εὐρυβώτου, Κάπριος Ἀπη-
[μάντ]ου, Σιμά̣δας Ἀξιόχου, Πυθίας Φιλοστρά-
[του, Εὔ]ανδρος Ἀντιβούλου, Ἀστοκλέας Χα-
35 [ρίλαο]υ· Δημητριεῖς· Φανίας Ἱστιαίου τραπε-
[ζίτης], Εὔανδρος Πρωταγόρου, Πολίτας Καλ-
[λισθέ]ν̣ους.
                 vacat
Search Help
Contact Us